Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

229 καὶ ἦν ὁμολογουμένως κατὰ τὴν τοῦ θεοῦ πρόρρησιν φρονήματός τε μεγέθει καὶ πόνων καταφρονήσει Ἑβραίων ἄριστος. Ἅβραμος γὰρ αὐτῷ πατὴρ ἕβδομος. Ἀμαράμου γὰρ αὐτὸς ἦν παῖς τοῦ Καάθου, Καάθου δὲ πατὴρ Λευὶς ὁ τοῦ Ἰακώβου, ὃς ἦν Ἰσάκῳ γενόμενος, Ἁβράμου δὲ οὗτος ἦν.
230 σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετʼ αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπʼ ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα,
231 πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωυσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας, πολλοῖς τε συνέβαινε καθʼ ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ· καὶ γὰρ ἡ χάρις ἡ παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατεῖχε τοὺς ὁρῶντας.
232 Ὄντα δʼ αὐτὸν τοιοῦτον ἡ Θέρμουθις παῖδα ποιεῖται γονῆς γνησίας οὐ μεμοιραμένη, καί ποτε κομίσασα τὸν Μωυσῆν πρὸς τὸν πατέρα ἐπεδείκνυε τοῦτον καὶ ὡς φροντίσειε διαδοχῆς, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸς γνησίου, πρὸς αὐτόν τε ἔλεγεν, ἀναθρεψαμένη παῖδα μορφῇ τε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίως δὲ αὐτὸν καὶ παρὰ τῆς τοῦ ποταμοῦ λαβοῦσα χάριτος ἐμαυτῆς μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆς δὲ σῆς βασιλείας διάδοχον.
233 ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, ὁ δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καταφέρει δʼ ὁ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί.
234 καὶ τοῦτο ἔδοξεν οἰωνὸν ἐπὶ τῇ βασιλείᾳ φέρειν. θεασάμενος δʼ ὁ ἱερογραμματεὺς ὁ καὶ τὴν γένεσιν αὐτοῦ προειπὼν ἐπὶ ταπεινώσει τῆς Αἰγυπτίων ἀρχῆς ἐσομένην ὥρμησεν ἀποκτεῖναι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme