Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

235 καὶ δεινὸν ἀνακραγών, οὗτος, εἶπε, βασιλεῦ, ὁ παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν ὁ θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπʼ αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ διʼ αὐτὸν θάρσους ἀφελοῦ. φθάνει δʼ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα,
236 καὶ πρὸς τὸν φόνον ὀκνηρὸς ἦν ὁ βασιλεὺς τοιοῦτον αὐτὸν τοῦ θεοῦ παρασκευάσαντος, ᾧ πρόνοια τῆς Μωυσέος σωτηρίας ἦν. ἐτρέφετο οὖν πολλῆς ἐπιμελείας τυγχάνων, καὶ τοῖς μὲν Ἑβραίοις ἐπʼ αὐτῷ παρῆν ἐλπὶς περὶ τῶν ὅλων,
237 διʼ ὑποψίας δʼ εἶχον Αἰγύπτιοι τὴν ἀνατροφὴν αὐτοῦ· μηδενὸς δʼ ὄντος φανεροῦ, διʼ ὃν κἂν ἀπέκτεινεν αὐτὸν ὁ βασιλεὺς μηδὲν ὄντα ἢ συγγενοὺς διὰ τῆς εἰσποιήσεως ἢ τῶν ἄλλων τινός, ᾧ πλέον ὑπὲρ ὠφελείας τῆς Αἰγυπτίων ἐκ τοῦ προειδέναι τὰ μέλλοντα θαρρεῖν παρῆν, ἀπείχοντο τῆς ἀναιρέσεως αὐτοῦ.
238 Μωυσῆς μὲν τῷ προειρημένῳ τρόπῳ γεννηθείς τε καὶ τραφεὶς καὶ παρελθὼν εἰς ἡλικίαν φανερὰν τοῖς Αἰγυπτίοις τὴν ἀρετὴν ἐποίησε καὶ τὸ ἐπὶ ταπεινώσει μὲν τῇ ἐκείνων, ἐπʼ αὐξήσει δὲ τῶν Ἑβραίων γεγονέναι τοιαύτης ἀφορμῆς λαβόμενος·
239 Αἰθίοπες, πρόσοικοι δʼ εἰσὶ τοῖς Αἰγυπτίοις, ἐμβαλόντες εἰς χώραν αὐτῶν ἔφερον καὶ ἦγον τὰ τῶν Αἰγυπτίων. οἱ δʼ ὑπʼ ὀργῆς στρατεύουσιν ἐπʼ αὐτοὺς ἀμυνούμενοι τῆς καταφρονήσεως, καὶ τῇ μάχῃ κρατηθέντες οἱ μὲν αὐτῶν ἔπεσον οἱ δʼ αἰσχρῶς εἰς τὴν οἰκείαν διεσώθησαν φυγόντες.
240 ἐπηκολούθησαν δὲ διώκοντες Αἰθίοπες καὶ μαλακίας ὑπολαβόντες τὸ μὴ κρατεῖν ἁπάσης τῆς Αἰγύπτου τῆς χώρας ἐπὶ πλεῖον ἥπτοντο καὶ γευσάμενοι τῶν ἀγαθῶν οὐκέτʼ αὐτῶν ἀπείχοντο, ὡς δὲ τὰ γειτνιῶντα μέρη πρῶτον αὐτοῖς ἐπερχομένων οὐκ ἐτόλμων ἀντιστρατεύειν, προύβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης οὐδεμιᾶς τῶν πόλεων ἀντέχειν δυνηθείσης.
241 τῷ δὲ κακῷ πιεζόμενοι πρὸς χρησμοὺς Αἰγύπτιοι καὶ μαντείας τρέπονται· συμβουλεύσαντος δʼ αὐτοῖς τοῦ θεοῦ συμμάχῳ χρήσασθαι τῷ Ἑβραίῳ κελεύει ὁ βασιλεὺς τὴν θυγατέρα παρασχεῖν τὸν Μωυσῆν στρατηγὸν αὐτῷ γενησόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme