Book 2
261
αἱ δʼ εὐεργετηθεῖσαι παρῆσαν πρὸς τὸν πατέρα τήν τε ὕβριν τῶν ποιμένων αὐτῷ διηγούμεναι καὶ τὴν ἐπικουρίαν τοῦ ξένου παρεκάλουν τε μὴ ματαίαν αὐτῷ γενέσθαι τὴν εὐποιίαν μηδʼ ἀμοιβῆς ὑστεροῦσαν. ὁ δὲ τάς τε παῖδας ἀπεδέξατο τῆς περὶ τὸν εὐεργετηκότα σπουδῆς καὶ τὸν Μωυσῆν εἰς ὄψιν ἐκέλευεν ἄγειν αὐτῷ τευξόμενον χάριτος δικαίας.
262
ὡς δʼ ἧκε, τήν τε τῶν θυγατέρων αὐτῷ ἀπεσήμαινε μαρτυρίαν ἐπὶ τῇ βοηθείᾳ καὶ τῆς ἀρετῆς αὐτὸν θαυμάζων οὐκ εἰς ἀναισθήτους εὐεργεσιῶν καταθέσθαι τὴν ἐπικουρίαν ἔλεγεν, ἀλλʼ ἱκανοὺς ἐκτῖσαι χάριν καὶ τῷ μεγέθει τῆς ἀμοιβῆς ὑπερβαλεῖν τὸ μέτρον τῆς εὐποιίας.
263
ποιεῖται δʼ αὐτὸν υἱὸν καὶ μίαν τῶν θυγατέρων πρὸς γάμον δίδωσι τῶν τε θρεμμάτων, ἐν τούτοις γὰρ ἡ πᾶσα κτῆσις τὸ παλαιὸν ἦν τοῖς βαρβάροις, ἀποδείκνυσιν ἐπιμελητὴν καὶ δεσπότην.
264
Καὶ Μωυσῆς μὲν τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰεθεγλαίου, τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουήλῳ, διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. χρόνῳ δʼ ὕστερον νέμων ἐπὶ τὸ Σιναῖον καλούμενον ὄρος ἄγει τὰ ποίμνια·
265
τοῦτο δʼ ἐστὶν ὑψηλότατον τῶν ταύτῃ ὀρῶν καὶ πρὸς νομὰς ἄριστον ἀγαθῆς φυομένης πόας καὶ διὰ τὸ δόξαν ἔχειν ἐνδιατρίβειν αὐτῷ τὸν θεὸν οὐ κατανεμηθείσης πρότερον, οὐ τολμώντων ἐμβατεύειν εἰς αὐτὸ τῶν ποιμένων· ἔνθα δὴ καὶ τέρας αὐτῷ συντυγχάνει θαυμάσιον.
266
πῦρ γὰρ θάμνου βάτων νεμόμενον τὴν περὶ αὐτὸν χλόην τό τε ἄνθος αὐτοῦ παρῆλθεν ἀβλαβὲς καὶ τῶν ἐγκάρπων κλάδων οὐδὲν ἠφάνισε καὶ ταῦτα τῆς φλογὸς πολλῆς καὶ ὀξυτάτης ὑπαρχούσης.
267
ὁ δὲ καὶ αὐτὴν μὲν ἔδεισε τὴν ὄψιν παράδοξον γενομένην, κατεπλάγη δʼ ἔτι μᾶλλον φωνὴν τοῦ πυρὸς ἀφιέντος καὶ ὀνομαστὶ καλέσαντος αὐτὸν καὶ ποιησαμένου λόγους, οἷς τό τε θάρσος αὐτοῦ τολμήσαντος παρελθεῖν εἰς χωρίον, εἰς ὃ μηδεὶς ἀνθρώπων πρότερον ἀφῖκτο διὰ τὸ εἶναι θεῖον, ἐσήμαινε καὶ συνεβούλευε τῆς φλογὸς ὡς πορρωτάτω χωρεῖν καὶ ἀρκεῖσθαι μὲν οἷς ἑώρακεν ἀγαθὸν ὄντα καὶ μεγάλων ἀνδρῶν ἔγγονον, πολυπραγμονεῖν δὲ μηδέν·