Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

268 τούτοις προηγόρευε περισσότερον τὴν ἐσομένην αὐτῷ δόξαν καὶ τιμὴν παρʼ ἀνθρώπων τοῦ θεοῦ συμπαρόντος, καὶ θαρροῦντα ἐκέλευεν εἰς τὴν Αἴγυπτον ἀπιέναι στρατηγὸν καὶ ἡγεμόνα τῆς Ἑβραίων πληθύος ἐσόμενον καὶ τῆς ὕβρεως τῆς ἐκεῖ τοὺς συγγενεῖς ἀπαλλάξοντα·
269 καὶ γὰρ γῆν οἰκήσουσι, φησί, ταύτην εὐδαίμονα, ἣν Ἅβραμος ᾤκησεν ὁ ὑμέτερος πρόγονος καὶ τῶν πάντων ἀπολαύσουσιν ἀγαθῶν, εἰς ταῦτα σοῦ καὶ τῆς σῆς συνέσεως αὐτοῖς ἡγουμένης. ἐξαγαγόντα μέντοι τοὺς Ἑβραίους ἐκ τῆς Αἰγύπτου θυσίας ἐκέλευε χαριστηρίους ἀφικόμενον εἰς ἐκεῖνον ἐκτελέσαι τὸν τόπον. τοσαῦτα μὲν ἐκ τοῦ πυρὸς θεοκλυτεῖται.
270 Μωυσῆς δʼ ἐκπεπληγμένος οἷς τʼ εἶδε καὶ πολὺ μᾶλλον οἷς ἤκουσε, δυνάμει μὲν ἀπιστεῖν, ἔφη, τῇ σῇ, δέσποτα, ἣν αὐτός τε θρησκεύω καὶ προγόνοις οἶδα φανερὰν γενομένην, μανιωδέστερον ἢ κατὰ τὴν ἐμαυτοῦ φρόνησιν ἡγοῦμαι.
271 πλὴν ἀπορῶ, πῶς ἂν ἰδιώτης ἀνὴρ καὶ μηδεμιᾶς ἰσχύος εὐπορῶν ἢ πείσω λόγοις τοὺς οἰκείους ἀφέντας ἣν ἄρτι κατοικοῦσι γῆν ἕπεσθαί μοι πρὸς ἣν αὐτὸς ἡγοῦμαι, ἢ κἂν ἐκεῖνοι πεισθῶσι, πῶς ἂν βιασαίμην Φαραώθην ἐπιτρέψαι τὴν ἔξοδον τούτοις, ὧν τοῖς πόνοις καὶ τοῖς ἔργοις τὴν οἰκείαν αὔξουσιν εὐδαιμονίαν.
272 Ὁ δὲ θεὸς αὐτῷ περὶ πάντων συνεβούλευε θαρρεῖν ὑπισχνούμενος αὐτὸς παρέσεσθαι καὶ οὗ μὲν ἂν δέῃ λόγων, πειθὼ παρέξειν, οὗ δʼ ἂν ἔργων, ἰσχὺν χορηγήσειν, ἐκέλευέ τε τὴν βακτηρίαν ἐπὶ τὴν γῆν ἀφέντα πίστιν ὧν ὑπισχνεῖται λαμβάνειν. καὶ ποιήσαντος δράκων εἷρπε καὶ συνειλούμενος σπειρηδὸν ὡς διώκουσιν ἐπʼ ἀμύνῃ τὴν κεφαλὴν ἐπανέτεινεν· εἶτα πάλιν βάκτρον ἦν.
273 μετὰ τοῦτο δὲ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσέταξεν. ὑπακούσας δὲ λευκὴν καὶ τιτάνῳ τὴν χρόαν ὁμοίαν προεκόμισεν· εἶτα εἰς τὸ σύνηθες κατέστη. κελευσθεὶς δὲ καὶ τοῦ πλησίον ὕδατος λαβὼν ἐπὶ τὴν γῆν ἐκχέαι ὁρᾷ τὴν χρόαν αἱματώδη γενομένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme