Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

293 Τοῦ δὲ βασιλέως ἐκφαυλίζοντος τοὺς Μωυσέος λόγους καὶ μηδεμίαν ἐπιστροφὴν ἔτι ποιουμένου πάθη δεινὰ τοὺς Αἰγυπτίους κατελάμβανεν, ὧν ἕκαστον ἐκθήσομαι διά τε τὸ μὴ πρότερόν τισι συμβάντα τοῖς Αἰγυπτίοις εἰς πεῖραν ἐλθεῖν καὶ διὰ τὸ βούλεσθαι Μωυσῆν μηδὲν ὧν προεῖπεν αὐτοῖς ψευσάμενον ἐπιδεῖξαι, καὶ ὅτι συμφέρει τοῖς ἀνθρώποις μαθοῦσι φυλάττεσθαι ταῦτα ποιεῖν, ἐφʼ οἷς μὴ δυσαρεστήσῃ τὸ θεῖον μηδʼ εἰς ὀργὴν τραπὲν ἀμύνηται τῆς ἀδικίας αὐτούς.
294 ὁ γὰρ ποταμὸς αὐτοῖς αἱματώδης θεοῦ κελεύσαντος ἐρρύη πίνεσθαι μὴ δυνάμενος, καὶ πηγὴν ἑτέραν ὑδάτων οὐκ ἔχουσιν οὐ τὴν χρόαν μόνον ἦν τοιοῦτος, ἀλλὰ καὶ τοῖς πειρωμένοις ἀλγήματα καὶ πικρὰν ὀδύνην προσέφερεν.
295 ἦν δὲ τοιοῦτος μὲν Αἰγυπτίοις, Ἑβραίοις δὲ γλυκὺς καὶ πότιμος καὶ μηδὲν τοῦ κατὰ φύσιν παρηλλαγμένος. πρὸς οὖν τὸ παράδοξον ἀμηχανήσας ὁ βασιλεὺς καὶ δείσας περὶ τῶν Αἰγυπτίων συνεχώρει τοῖς Ἑβραίοις ἀπιέναι· καὶ τοῦ κακοῦ λωφήσαντος πάλιν τὴν γνώμην μετέβαλεν οὐκ ἐπιτρέπων τὴν ἄφοδον αὐτοῖς.
296 Ὁ θεὸς δὲ ἀγνωμονοῦντος καὶ μετὰ τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς οὐκέτι σωφρονεῖν θέλοντος ἄλλην τοῖς Αἰγυπτίοις ἐπιφέρει πληγήν· βατράχων πλῆθος ἄπειρον τὴν γῆν αὐτῶν ἐπεβόσκετο, μεστὸς δὲ τούτων καὶ ὁ ποταμὸς ἦν, ὡς διαμωμένους τὸ ποτὸν τῷ τῶν ζῴων ἰχῶρι κεκακωμένον λαμβάνειν ἐναποθνησκόντων καὶ συνδιαφθειρομένων τῷ ὕδατι,
297 ἥ τε χώρα μεστὴ κακῆς ἦν ἰλύος γεννωμένων τε καὶ ἀποθνησκόντων, τάς τε κατʼ οἶκον αὐτῶν διαίτας ἠφάνιζον ἐν βρωτοῖς εὑρισκόμενοι καὶ ποτοῖς καὶ ταῖς εὐναῖς αὐτῶν ἐπιπολάζοντες, ὀσμή τε χαλεπὴ ἦν καὶ δυσώδης ἀποθνησκόντων τῶν βατράχων καὶ ζώντων καὶ διεφθαρμένων.
298 ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν ὁ βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτʼ εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ ἥ τε γῆ καὶ ὁ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme