Book 2
318
Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια ἢ τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον.
319
Μωυσῆς δʼ ἐγεγόνει μὲν ἔτος ὀγδοηκοστὸν ἤδη, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀαρὼν τρισὶ πλείοσιν. ἐπεκομίζοντο δὲ καὶ τὰ τοῦ Ἰωσήπου ὀστᾶ ταῦτʼ ἐκείνου τοῖς υἱοῖς αὐτοῦ κελεύσαντος.
320
Αἰγύπτιοι δʼ ἐπὶ τοῖς Ἑβραίοις ἐξελθοῦσι μετενόουν καὶ τοῦ βασιλέως δεινῶς φέροντος ὡς κατὰ γοητείαν τὴν Μωυσέος τούτων γεγονότων ἐπʼ αὐτοὺς ἐγνώκεσαν ἀπιέναι. καὶ λαβόντες ὅπλα καὶ παρασκευὴν ἐδίωκον ὡς ἐπανάξοντες αὐτοὺς εἰ καταλάβοιεν· καὶ γὰρ οὐκέτʼ αὐτοὺς ἐνέχεσθαι τῷ θεῷ· τὴν γὰρ ἔξοδον αὐτοῖς γεγονέναι·
321
κρατήσειν δὲ ῥᾳδίως αὐτῶν ὑπέλαβον ἀνόπλων τε ὄντων καὶ ὑπὸ τῆς ὁδοιπορίας κεκοπωμένων. παρʼ ἑκάστων τε ἀναπυνθανόμενοι ᾗ χωρήσειαν ἐπέσπευδον τὴν δίωξιν, καίτοι χαλεπῆς οὔσης ὁδευθῆναι τῆς γῆς οὐ στρατοπέδοις μόνον ἀλλὰ καὶ καθʼ ἕνα.
322
Μωυσῆς δὲ ταύτῃ τοὺς Ἑβραίους ἀπήγαγεν, ἵνʼ εἰ μετανοήσαντες οἱ Αἰγύπτιοι διώκειν ἐθέλοιεν τιμωρίαν τῆς πονηρίας καὶ παραβάσεως τῶν ὡμολογημένων ὑπόσχοιεν, καὶ διὰ Παλαιστίνους, οὓς δυσμενῶς ἔχοντας κατὰ παλαιὰν ἀπέχθειαν οὖσαν ὁπωσοῦν ἐβούλετο λανθάνειν ἀπερχόμενος· ὅμορος γάρ ἐστι τῇ τῶν Αἰγυπτίων χώρᾳ·
323
καὶ διὰ τοῦτο τὴν μὲν ἄγουσαν εἰς τὴν Παλαιστίνην οὐκ ἀνήγαγε τὸν λαὸν, ἀλλὰ διὰ τῆς ἐρήμου πολλὴν ἀνύσας ὁδὸν καὶ κακοπαθήσας ἠθέλησεν ἐμβαλεῖν εἰς τὴν Χαναναίαν· ἔτι τε καὶ διὰ τὰς ἐντολὰς τοῦ θεοῦ κελεύσαντος ἄγειν τὸν λαὸν εἰς τὸ Σιναῖον ὄρος ἐκεῖ ποιήσοντας τὰς θυσίας.
324
καταλαβόντες δὲ τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι εἰς μάχην παρεσκευάζοντο καὶ συνελαύνουσιν αὐτοὺς ὑπὸ πολυχειρίας εἰς ὀλίγον χωρίον· ἑξακόσια γὰρ αὐτοῖς ἅρματα εἵπετο σὺν ἱππεῦσι πεντακισμυρίοις καὶ ὁπλιτῶν μυριάδες ἦσαν εἴκοσι. τὰς δὲ ὁδοὺς ἀπεφράγνυσαν, αἷς φεύξεσθαι τοὺς Ἑβραίους ὑπελάμβανον, μεταξὺ κρημνῶν αὐτοὺς ἀπροσβάτων καὶ τῆς θαλάττης ἀπολαμβάνοντες·