Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

325 τελευτᾷ γὰρ εἰς αὐτὴν ὄρος ὑπὸ τραχύτητος ὁδῶν ἄπορον καὶ φυγῆς ἀπολαμβανόμενον. τοιγαροῦν ἐν τῇ εἰσβολῇ τῇ πρὸς θάλατταν τοῦ ὄρους τοὺς Ἑβραίους ἀπέφραττον τῷ στρατοπέδῳ κατὰ στόμα τοῦτο ἱδρυσάμενοι, ὅπως τὴν εἰς τὸ πεδίον ἔξοδον ὦσιν αὐτοὺς ἀφῃρημένοι.
326 Μήτʼ οὖν ὑπομένειν πολιορκουμένων τρόπῳ διὰ τὴν ἔνδειαν τῶν ἐπιτηδείων δυνάμενοι μήτε φυγῆς εὐπορίαν ὁρῶντες, ὅπλων τε σπανίζοντες εἰ καὶ μάχεσθαι δόξειεν αὐτοῖς, ἐν ἐλπίδι τοῦ πάντως ἀπολεῖσθαι καθειστήκεσαν, εἰ μὴ παραδώσουσιν ἑαυτοὺς τοῖς Αἰγυπτίοις ἐθελουσίους.
327 καὶ τὸν Μωυσῆν ᾐτιῶντο πάντων ἐπιλελησμένοι τῶν ἐκ θεοῦ πρὸς τὴν ἐλευθερίαν αὐτοῖς σημείων γεγονότων, ὡς καὶ τὸν προφήτην παρορμῶντα καὶ τὴν σωτηρίαν αὐτοῖς ἐπαγγελλόμενον ὑπὸ ἀπιστίας λίθοις ἐθελῆσαι βαλεῖν παραδιδόναι τε σφᾶς τοῖς Αἰγυπτίοις διεγνωκέναι.
328 πένθος τε ἦν καὶ ὀδυρμοὶ γυναικῶν καὶ παίδων πρὸ ὀφθαλμῶν ἐχόντων τὸν ὄλεθρον ὄρεσι καὶ θαλάττῃ περικεκλεισμένων καὶ πολεμίοις καὶ φυγὴν οὐδαμόθεν ἐκ τούτων ἐπινοούντων.
329 Μωυσῆς δὲ καίπερ ἀγριαίνοντος πρὸς αὐτὸν τοῦ πλήθους οὔτʼ αὐτὸς ἐνέκαμνε τῇ περὶ αὐτοὺς προνοίᾳ καὶ τῷ θεῷ κατεφρόνει τά τε ἄλλα πρὸς τὴν ἐλευθερίαν αὐτοῖς ὅσα προεῖπε παρεσχηκότος καὶ μηδὲ τότʼ αὐτοὺς ἐάσοντος ὑπὸ τοῖς ἐχθροῖς γενομένους ἢ δουλεύειν ἢ ἀπολέσθαι,
330 καὶ στὰς ἐν μέσοις οὐδὲ ἀνθρώποις, εἶπε, καλῶς τὰ παρόντα πεπολιτευμένοις πρὸς ἡμᾶς δίκαιον ἦν ἀπιστεῖν ὡς οὐχ ὁμοίοις ἐσομένοις πρὸς τὰ μέλλοντα, τῆς δὲ τοῦ θεοῦ νῦν ἀπογινώσκειν ὑμᾶς προνοίας μανίας ἔργον ἂν εἴη,
331 παρʼ οὗ πάνθʼ ὑμῖν ἀπήντηκεν ὅσα διʼ ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δʼ ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον,
332 ἵνʼ ἐξ ἀμηχάνων ὅθεν οὔθʼ αὐτοὺς νομίζετε σωτηρίαν ἕξειν οὔθʼ οἱ πολέμιοι ἐκ τούτων ῥυσάμενος τήν τε ἰσχὺν ἐπιδείξηται τὴν ἑαυτοῦ καὶ τὴν περὶ ὑμᾶς πρόνοιαν. οὐ γὰρ ἐπὶ μικροῖς τὸ θεῖον τὴν ἑαυτοῦ συμμαχίαν οἷς ἂν εὔνουν ᾖ δίδωσιν, ἀλλʼ ἐφʼ οἷς ἀνθρωπίνην ἐλπίδα μὴ βλέποι πρὸς τὸ κρεῖττον παροῦσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme