Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

340 Τῶν δʼ οὐκέτʼ ὀκνούντων, ἀλλʼ ἱεμένων μετὰ σπουδῆς ὡς συμπαρόντος αὐτοῖς τοῦ θεοῦ, μαίνεσθαι μὲν αὐτοὺς τὸ πρῶτον Αἰγύπτιοι ἐδόκουν ὡς ἐπὶ πρόδηλον ὄλεθρον ὁρμωμένους, ἐπεὶ δὲ ἑώρων ἀβλαβεῖς ἐπὶ τὸ πολὺ προκεκοφότας καὶ μηδὲν αὐτοῖς ἐμπόδιον μηδὲ δυσχερὲς ἀπαντῆσαν, διώκειν ὡρμήκεσαν αὐτοὺς ὡς κἀκείνοις ἠρεμήσοντος τοῦ πελάγους, καὶ προτάξαντες τὴν ἵππον κατέβαινον.
341 Ἑβραῖοι δὲ καθοπλιζομένους καὶ τὸν χρόνον εἰς τοῦτο τρίβοντας ἔφθασαν εἰς τὴν ἀντιπέραν γῆν ἀπαθεῖς ἐκφυγόντες, ὅθεν καὶ θαρσαλεωτέροις συνέβαινε πρὸς τὴν δίωξιν ὡς οὐδὲν οὐδʼ αὐτῶν πεισομένων εἶναι.
342 Αἰγύπτιοι δʼ ἐλάνθανον ἰδίαν ὁδὸν Ἑβραίοις γεγενημένην, ἀλλʼ οὐχὶ κοινὴν ἐπεμβαίνοντες καὶ μέχρι σωτηρίας τῶν κεκινδυνευκότων πεποιημένην, ἀλλʼ οὐχὶ καὶ τοῖς ἐπʼ ἀπωλείᾳ τῇ τούτων ὡρμημένοις χρῆσθαι θέλουσιν.
343 ὡς οὖν ὁ τῶν Αἰγυπτίων στρατὸς ἅπας ἐντὸς ἦν, ἐπιχεῖται πάλιν ἡ θάλασσα καὶ περικαταλαμβάνει ῥοώδης ὑπὸ πνευμάτων κατιοῦσα τοὺς Αἰγυπτίους, ὄμβροι τʼ ἀπʼ οὐρανοῦ κατέβαινον καὶ βρονταὶ σκληραὶ προσεξαπτομένης ἀστραπῆς καὶ κεραυνοὶ δὲ κατηνέχθησαν.
344 ὅλως δʼ οὐδὲν ἦν τῶν ἐπʼ ἀπωλείᾳ κατὰ μῆνιν θεοῦ συμπιπτόντων ἀνθρώποις, ὃ μὴ τότε συνῆλθε· καὶ γὰρ νὺξ αὐτοὺς ζοφώδης καὶ σκοτεινὴ κατέλαβε. καὶ οἱ μὲν οὕτως ἀπώλοντο πάντες, ὡς μηδʼ ἄγγελον τῆς συμφορᾶς τοῖς ὑπολελειμμένοις ὑποστρέψαι.
345 Τοὺς δʼ Ἑβραίους οὐδὲ κατασχεῖν ἦν ἐπὶ τῇ χαρᾷ τῆς παραδόξου σωτηρίας καὶ τῇ τῶν πολεμίων ἀπωλείᾳ, βεβαίως νομίζοντας ἠλευθερῶσθαι τῶν ἀναγκαζόντων δουλεύειν διεφθαρμένων καὶ τὸν θεὸν οὕτως ἐναργῶς ἔχοντας βοηθοῦντα.
346 καὶ οἱ μὲν αὐτοί τε τὸν κίνδυνον οὕτως ἐκφυγόντες καὶ προσέτι τοὺς ἐχθροὺς ἐπιδόντες κεκολασμένους, ὡς οὐκ ἄλλοι τινὲς μνημονεύονται τῶν πρόσθεν ἀνθρώπων, ἐν ὕμνοις ἦσαν καὶ παιδιαῖς ὅλην τὴν νύκτα, καὶ Μωυσῆς ᾠδὴν εἰς τὸν θεὸν ἐγκώμιόν τε καὶ τῆς εὐμενείας εὐχαριστίαν περιέχουσαν ἐν ἑξαμέτρῳ τόνῳ συντίθησιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme