Book 20
135
σπουδὴ δὲ μεγίστη τῷ Κουμανῷ καὶ τοῖς Σαμαρεῦσιν ἦν παρὰ τῶν Καίσαρος ἀπελευθέρων καὶ φίλων, κἂν περιεγένοντο τῶν Ἰουδαίων, εἰ μή περ Ἀγρίππας ὁ νεώτερος ἐν τῇ Ῥώμῃ τυγχάνων κατασπευδομένους ἰδὼν τοὺς τῶν Ἰουδαίων πρώτους ἐδεήθη πολλὰ τῆς τοῦ αὐτοκράτορος γυναικὸς Ἀγριππίνης πεῖσαι τὸν ἄνδρα διακούσαντα πρεπόντως τῇ ἑαυτοῦ δικαιοσύνῃ τιμωρήσασθαι τοὺς αἰτίους τῆς ἀποστάσεως.
136
καὶ Κλαύδιος τῇ δεήσει ταύτῃ προευτρεπισθεὶς καὶ διακούσας, ὡς εὗρε τῶν κακῶν ἀρχηγοὺς τοὺς Σαμαρείτας γενομένους, τοὺς μὲν ἀναβάντας πρὸς αὐτὸν ἐκέλευσεν ἀναιρεθῆναι, τῷ Κουμανῷ δὲ φυγὴν ἐπέβαλεν, Κέλερα δὲ τὸν χιλίαρχον ἐκέλευσεν ἀγαγόντας εἰς τὰ Ἱεροσόλυμα πάντων ὁρώντων ἐπὶ τὴν πόλιν πᾶσαν σύραντας οὕτως ἀποκτεῖναι.
137
Πέμπει δὲ καὶ Κλαύδιον Φήλικα Πάλλαντος ἀδελφὸν τῶν κατὰ τὴν Ἰουδαίαν προστησόμενον πραγμάτων.
138
τῆς δʼ ἀρχῆς δωδέκατον ἔτος ἤδη πεπληρωκὼς δωρεῖται τὸν Ἀγρίππαν τῇ Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ προσθεὶς αὐτῷ τὴν Τραχωνῖτιν σὺν Ἀβέλλᾳ· Λυσανία δʼ αὕτη γεγόνει τετραρχία· τὴν Χαλκίδα δʼ αὐτὸν ἀφαιρεῖται δυναστεύσαντα ταύτης ἔτη τέσσαρα.
139
λαβὼν δὲ τὴν δωρεὰν παρὰ τοῦ Καίσαρος Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ τῷ Ἐμεσῶν βασιλεῖ περιτέμνεσθαι θελήσαντι Δρούσιλλαν τὴν ἀδελφήν· Ἐπιφανὴς γὰρ ὁ Ἀντιόχου τοῦ βασιλέως παῖς παρῃτήσατο τὸν γάμον μὴ βουληθεὶς τὰ Ἰουδαίων ἔθη μεταλαβεῖν καίπερ τοῦτο ποιήσειν προϋπεσχημένος αὐτῆς τῷ πατρί.
140
καὶ Μαριάμμην δʼ ἐξέδωκεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδὶ πρότερον ὑπὸ Ἀγρίππα τοῦ πατρὸς ἁρμοσθεῖσαν αὐτῷ, καὶ γίνεται θυγάτηρ αὐτοῖς ὄνομα Βερενίκη.
141
Διαλύονται δὲ τῇ Δρουσίλλῃ πρὸς τὸν Ἄζιζον οἱ γάμοι μετʼ οὐ πολὺν χρόνον τοιαύτης ἐμπεσούσης αἰτίας·
142
καθʼ ὃν χρόνον τῆς Ἰουδαίας ἐπετρόπευε Φῆλιξ θεασάμενος ταύτην, καὶ γὰρ ἦν κάλλει πασῶν διαφέρουσα, λαμβάνει τῆς γυναικὸς ἐπιθυμίαν, καὶ Ἄτομον ὀνόματι τῶν ἑαυτοῦ φίλων Ἰουδαῖον, Κύπριον δὲ τὸ γένος, μάγον εἶναι σκηπτόμενον πέμπων πρὸς αὐτὴν ἔπειθεν τὸν ἄνδρα καταλιποῦσαν αὐτῷ γήμασθαι, μακαρίαν ποιήσειν ἐπαγγελλόμενος μὴ ὑπερηφανήσασαν αὐτόν.