Book 20
151
Δεδοικυῖα δʼ ἡ Ἀγριππῖνα, μὴ ὁ Βρεττανικὸς ἀνδρωθεὶς αὐτὸς παρὰ τοῦ πατρὸς τὴν ἀρχὴν παραλάβοι, τῷ δὲ αὐτῆς παιδὶ προαρπάσαι βουλομένη τὴν ἡγεμονίαν τά τε περὶ τὸν θάνατον τοῦ Κλαυδίου,
152
καθάπερ ἦν λόγος, διεπράξατο, καὶ παραχρῆμα πέμπει τὸν τῶν στρατευμάτων ἔπαρχον Βοῦρρον καὶ σὺν αὐτῷ τοὺς χιλιάρχους τῶν τε ἀπελευθέρων τοὺς πλεῖστον δυναμένους ἀπάξοντας εἰς τὴν παρεμβολὴν τὸν Νέρωνα καὶ προσαγορεύσοντας αὐτὸν αὐτοκράτορα.
153
Νέρων δὲ τὴν ἀρχὴν οὕτως παραλαβὼν Βρεττανικὸν μὲν ἀδήλως τοῖς πολλοῖς ἀναιρεῖ διὰ φαρμάκων, φανερῶς δʼ οὐκ εἰς μακρὰν τὴν μητέρα τὴν ἑαυτοῦ φονεύει, ταύτην ἀμοιβὴν ἀποτίσας αὐτῇ οὐ μόνον τῆς γενέσεως ἀλλὰ καὶ τοῦ ταῖς ἐκείνης μηχαναῖς τὴν Ῥωμαίων ἡγεμονίαν παραλαβεῖν. κτείνει δὲ καὶ τὴν Ὀκταουίαν, ᾗ συνῴκει, πολλούς τε ἐπιφανεῖς ἄνδρας ὡς ἐπʼ αὐτὸν ἐπιβουλὰς συντιθέντας.
154
Ἀλλὰ περὶ μὲν τούτων ἐῶ πλείω γράφειν· πολλοὶ γὰρ τὴν περὶ Νέρωνα συντετάχασιν ἱστορίαν, ὧν οἱ μὲν διὰ χάριν εὖ πεπονθότες ὑπʼ αὐτοῦ τῆς ἀληθείας ἠμέλησαν, οἱ δὲ διὰ μῖσος καὶ τὴν πρὸς αὐτὸν ἀπέχθειαν οὕτως ἀναιδῶς ἐνεπαρῴνησαν τοῖς ψεύσμασιν, ὡς ἀξίους αὐτοὺς εἶναι καταγνώσεως.
155
καὶ θαυμάζειν οὐκ ἔπεισί μοι τοὺς περὶ Νέρωνος ψευσαμένους, ὅπου μηδὲ τῶν πρὸ αὐτοῦ γενομένων γράφοντες τὴν ἀλήθειαν τῆς ἱστορίας τετηρήκασιν, καίτοι πρὸς ἐκείνους αὐτοῖς οὐδὲν μῖσος ἦν ἅτε μετʼ αὐτοὺς πολλῷ χρόνῳ γενομένοις.
156
ἀλλὰ γὰρ τοῖς μὲν οὐ προνοουμένοις τῆς ἀληθείας ἐξέστω γράφειν ὡς θέλουσιν, τούτῳ γὰρ χαίρειν ἐοίκασιν,
157
ἡμεῖς δὲ σκοπὸν προθέμενοι τὴν ἀλήθειαν τὰ μὲν ἀπηρτημένα τῆς προκειμένης ἡμῖν πραγματείας ἐπʼ ὀλίγον μνήμης ἀξιοῦμεν, τὰ δʼ ἡμῖν τοῖς Ἰουδαίοις συμπεσόντα δηλοῦμεν οὐ παρέργως μήτε τὰς συμφορὰς μήτε τὰς ἁμαρτίας διασαφεῖν ὀκνοῦντες. ἐπανήξω τοίνυν ἐπὶ τὴν τῶν οἰκείων πραγμάτων διήγησιν.
158
Τῷ γὰρ πρώτῳ τῆς Νέρωνος ἀρχῆς ἔτει τελευτήσαντος τοῦ Ἐμέσων δυνάστου Ἀζίζου Σόεμος ἀδελφὸς τὴν ἀρχὴν διαδέχεται. τὴν δὲ τῆς μικρᾶς Ἀρμενίας προστασίαν Ἀριστόβουλος Ἡρώδου τῆς Χαλκίδος βασιλέως παῖς ὑπὸ Νέρωνος ἐγχειρίζεται.