Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

166 διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεὸν μισήσαντα τὴν ἀσέβειαν αὐτῶν ἀποστραφῆναι μὲν ἡμῶν τὴν πόλιν, τὸ δὲ ἱερὸν οὐκέτι καθαρὸν οἰκητήριον αὐτῷ κρίναντα Ῥωμαίους ἐπαγαγεῖν ἡμῖν καὶ τῇ πόλει καθάρσιον πῦρ καὶ δουλείαν ἐπιβαλεῖν σὺν γυναιξὶν καὶ τέκνοις σωφρονίσαι ταῖς συμφοραῖς βουλόμενον ἡμᾶς.
167 Τὰ μὲν οὖν τῶν λῃστῶν ἔργα τοιαύτης ἀνοσιότητος ἐπλήρου τὴν πόλιν, οἱ δὲ γόητες καὶ ἀπατεῶνες ἄνθρωποι τὸν ὄχλον ἔπειθον αὐτοῖς εἰς τὴν ἐρημίαν ἕπεσθαι·
168 δείξειν γὰρ ἔφασαν ἐναργῆ τέρατα καὶ σημεῖα κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν γινόμενα. καὶ πολλοὶ πεισθέντες τῆς ἀφροσύνης τιμωρίας ὑπέσχον· ἀναχθέντας γὰρ αὐτοὺς Φῆλιξ ἐκόλασεν.
169 ἀφικνεῖται δέ τις ἐξ Αἰγύπτου κατὰ τοῦτον τὸν καιρὸν εἰς Ἱεροσόλυμα προφήτης εἶναι λέγων καὶ συμβουλεύων τῷ δημοτικῷ πλήθει σὺν αὐτῷ πρὸς ὄρος τὸ προσαγορευόμενον ἐλαιῶν, ὃ τῆς πόλεως ἄντικρυς κείμενον ἀπέχει στάδια πέντε·
170 θέλειν γὰρ ἔφασκεν αὐτοῖς ἐκεῖθεν ἐπιδεῖξαι, ὡς κελεύσαντος αὐτοῦ πίπτοι τὰ τῶν Ἱεροσολυμιτῶν τείχη, διʼ ὧν καὶ τὴν εἴσοδον αὐτοῖς παρέξειν ἐπηγγέλλετο.
171 Φῆλιξ δʼ ὡς ἐπύθετο ταῦτα, κελεύει τοὺς στρατιώτας ἀναλαβεῖν τὰ ὅπλα καὶ μετὰ πολλῶν ἱππέων τε καὶ πεζῶν ὁρμήσας ἀπὸ τῶν Ἱεροσολύμων προσβάλλει τοῖς περὶ τὸν Αἰγύπτιον, καὶ τετρακοσίους μὲν αὐτῶν ἀνεῖλεν, διακοσίους δὲ ζῶντας ἔλαβεν.
172 ὁ δʼ Αἰγύπτιος αὐτὸς διαδρὰς ἐκ τῆς μάχης ἀφανὴς ἐγένετο. πάλιν δʼ οἱ λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἠρέθιζον μηδὲν ὑπακούειν αὐτοῖς λέγοντες, καὶ τὰς τῶν ἀπειθούντων κώμας ἐμπιπράντες διήρπαζον.
173 Γίνεται δὲ καὶ τῶν Καισάρειαν οἰκούντων Ἰουδαίων στάσις πρὸς τοὺς ἐν αὐτῇ Σύρους περὶ ἰσοπολιτείας· οἱ μὲν γὰρ Ἰουδαῖοι πρωτεύειν ἠξίουν διὰ τὸ τὸν κτίστην τῆς Καισαρείας Ἡρώδην αὐτῶν βασιλέα γεγονέναι τὸ γένος Ἰουδαῖον, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασκον δὲ τὴν Καισάρειαν Στράτωνος πύργον τὸ πρότερον καλεῖσθαι καὶ τότε μηδένα γεγονέναι τῆς πόλεως αὐτῶν Ἰουδαῖον οἰκήτορα.
174 ταῦτα ἀκούσαντες οἱ τῆς χώρας ἔπαρχοι λαβόντες ἀμφοτέρωθεν τοὺς αἰτίους τῆς στάσεως πληγαῖς ᾐκίσαντο καὶ τὴν ταραχὴν οὕτω κατέστειλαν πρὸς ὀλίγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme