Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

190 τὸ δὲ βασίλειον ἐγεγόνει πάλαι ὑπὸ τῶν Ἀσαμωναίου παίδων, ἐφʼ ὑψηλοῦ δὲ τόπου κείμενον τοῖς κατοπτεύειν ἀπʼ αὐτοῦ βουλομένοις τὴν πόλιν ἐπιτερπεστάτην παρεῖχεν τὴν θέαν, ἧς ἐφιέμενος ὁ βασιλεὺς ἐκεῖθεν ἀφεώρα κατακείμενος τὰ κατὰ τὸ ἱερὸν πρασσόμενα.
191 ταῦτα δὲ θεασάμενοι τῶν Ἱεροσολυμιτῶν οἱ προύχοντες δεινῶς ἐχαλέπαινον· οὐ γὰρ ἦν πάτριον τὰ κατὰ τὸ ἱερὸν δρώμενα κατοπτεύεσθαι καὶ μάλιστα τὰς ἱερουργίας. τοῖχον οὖν ἐγείρουσιν ἐπὶ τῆς ἐξέδρας ὑψηλόν, ἥτις ἦν ἐν τῷ ἔσωθεν ἱερῷ τετραμμένη πρὸς δύσιν.
192 οὐ μόνον δὲ τοῦ βασιλικοῦ τρικλίνου τὴν ἄποψιν οὗτος οἰκοδομηθεὶς ἀπετέμνετο, ἀλλὰ καὶ τῆς δυτικῆς στοᾶς τῆς κατὰ τὸ ἔξωθεν ἱερὸν οὔσης, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν.
193 ἐπὶ τούτοις ἠγανάκτησεν ὅ τε βασιλεὺς Ἀγρίππας, μάλιστα δὲ Φῆστος ὁ ἔπαρχος, καὶ προσέταξεν αὐτοῖς καθελεῖν. οἱ δὲ παρεκάλεσαν ἐξουσίαν αὐτοῖς δοῦναι πρεσβεῦσαι περὶ τούτου πρὸς Νέρωνα· ζῆν γὰρ οὐχ ὑπομένειν καθαιρεθέντος τινὸς μέρους τοῦ ἱεροῦ.
194 συγχωρήσαντος δὲ τοῦ Φήστου πέμπουσιν ἐξ αὑτῶν πρὸς Νέρωνα τοὺς πρώτους δέκα καὶ Ἰσμάηλον τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα.
195 Νέρων δὲ διακούσας αὐτῶν οὐ μόνον συνέγνω περὶ τοῦ πραχθέντος, ἀλλὰ καὶ συνεχώρησεν ἐᾶν οὕτως τὴν οἰκοδομίαν, τῇ γυναικὶ Ποππαίᾳ, θεοσεβὴς γὰρ ἦν, ὑπὲρ τῶν Ἰουδαίων δεηθείσῃ χαριζόμενος, ἣ τοῖς μὲν δέκα προσέταξεν ἀπιέναι, τὸν δʼ Ἑλκίαν καὶ τὸν Ἰσμάηλον ὁμηρεύσοντας παρʼ ἑαυτῇ κατέσχεν.
196 ὁ δὲ βασιλεὺς ταῦθʼ ὡς ἐπύθετο δίδωσιν τὴν ἀρχιερωσύνην Ἰωσήπῳ τῷ Σίμωνος παιδὶ ἀρχιερέως ἐπικαλουμένῳ δὲ Καβί.
197 Πέμπει δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον Φήστου τὴν τελευτὴν πυθόμενος. ὁ δὲ βασιλεὺς ἀφείλετο μὲν τὸν Ἰώσηπον τὴν ἱερωσύνην, τῷ δὲ Ἀνάνου παιδὶ καὶ αὐτῷ Ἀνάνῳ λεγομένῳ τὴν διαδοχὴν τῆς ἀρχῆς ἔδωκεν.
198 τοῦτον δέ φασι τὸν πρεσβύτατον Ἄνανον εὐτυχέστατον γενέσθαι· πέντε γὰρ ἔσχε παῖδας καὶ τούτους πάντας συνέβη ἀρχιερατεῦσαι τῷ θεῷ, αὐτὸς πρότερος τῆς τιμῆς ἐπὶ πλεῖστον ἀπολαύσας, ὅπερ οὐδενὶ συνέβη τῶν παρʼ ἡμῖν ἀρχιερέων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme