Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

231 Μετὰ δὲ τοὺς δεκατρεῖς ἀρχιερέας ἐκείνους οἱ δέκα καὶ ὀκτὼ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολόμωνος βασιλέως ἐν Ἱεροσολύμοις αὐτὴν διαδεξάμενοι, μέχρι οὗ Ναβουχοδονόσορος ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπιστρατεύσας τῇ πόλει τὸν μὲν ναὸν ἐνέπρησεν, τὸ δὲ ἔθνος ἡμῶν εἰς Βαβυλῶνα μετήνεγκεν καὶ τὸν ἀρχιερέα Ἰωσαδάκην αἰχμάλωτον ἔλαβεν.
232 τούτων χρόνος τῆς ἱερωσύνης τετρακοσίων ἑξηκονταὲξ ἐτῶν ἐστι μηνῶν ἓξ ἡμερῶν δέκα ἤδη βασιλευομένων Ἰουδαίων.
233 μετὰ δὲ χρόνον ἐτῶν ἁλώσεως ἑβδομήκοντα τῆς ὑπὸ Βαβυλωνίων γενομένης Κῦρος ὁ Περσῶν βασιλεὺς ἀπέλυσεν τοὺς ἐκ Βαβυλῶνος Ἰουδαίους ἐπὶ τὴν οἰκείαν γῆν πάλιν καὶ συνεχώρησεν τὸν ναὸν ἀνεγεῖραι.
234 τότε δὴ τῶν ὑποστρεψάντων αἰχμαλώτων Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ εἷς ὢν τὴν ἀρχιερωσύνην λαμβάνει. λαμβάνει δʼ οὗτος αὐτὸς καὶ οἱ ἔγγονοι αὐτοῦ πεντεκαίδεκα συνάπαντες μέχρι βασιλέως Ἀντιόχου τοῦ Εὐπάτορος, ἐπολιτεύοντο δὲ δημοκρατικῶς ἔτη τετρακόσια δεκατέσσαρα.
235 Πρῶτος δʼ Ἀντίοχος ὁ προειρημένος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης.
236 διὰ τοῦτο καὶ Ὀνίας ὁ τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι.
237 ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν. ὁ δὲ Ἰάκιμος ἔτη τρία τὴν ἀρχιερωσύνην κατασχὼν ἐτελεύτησεν. διεδέξατο δʼ αὐτὸν οὐδείς, ἀλλὰ διετέλεσεν ἡ πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως οὖσα.
238 πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν Ἰωνάθην ἀρχιερέα καθιστᾶσιν, ὃς ἦρξεν ἐνιαυτοὺς ἑπτά.
239 τελευτήσαντος δὲ ἐξ ἐπιβουλῆς αὐτοῦ καὶ ἐνέδρας τῆς ὑπὸ Τρύφωνος μηχανηθείσης, ὡς ἀνωτέρω που προειρήκαμεν, λαμβάνει τὴν ἀρχιερωσύνην Σίμων ἀδελφὸς αὐτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme