Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

248 τὸν δʼ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος υἱωνὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. εἶτα φοβηθείς, μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἱεριχοῖ πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν.
249 μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἱερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες.
250 εἰσὶν οὖν οἱ ἀπὸ τῶν Ἡρώδου χρόνων ἀρχιερατεύσαντες μέχρι τῆς ἡμέρας, ἧς τὸν ναὸν καὶ τὴν πόλιν Τίτος ἑλὼν ἐπυρπόλησεν, οἱ πάντες εἴκοσι καὶ ὀκτώ, χρόνος δὲ τούτων ἔτη πρὸς τοῖς ἑκατὸν ἑπτά.
251 καὶ τινὲς μὲν αὐτῶν ἐπολιτεύσαντο ἐπί τε Ἡρώδου βασιλεύοντος καὶ ἐπὶ Ἀρχελάου τοῦ παιδὸς αὐτοῦ, μετὰ δὲ τὴν τούτων τελευτὴν ἀριστοκρατία μὲν ἦν ἡ πολιτεία, τὴν δὲ προστασίαν τοῦ ἔθνους οἱ ἀρχιερεῖς ἐπεπίστευντο. περὶ μὲν οὖν τῶν ἀρχιερέων ἱκανὰ ταῦτα.
252 Γέσσιος δὲ Φλῶρος ὁ πεμφθεὶς Ἀλβίνου διάδοχος ὑπὸ Νέρωνος πολλῶν ἐνέπλησε κακῶν Ἰουδαίους. Κλαζομένιος μὲν ἦν τὸ γένος οὗτος, ἐπήγετο δὲ γυναῖκα Κλεοπάτραν, διʼ ἣν φίλην οὖσαν Ποππαίας τῆς Νέρωνος γυναικὸς καὶ πονηρίᾳ μηδὲν αὐτοῦ διαφέρουσαν τῆς ἀρχῆς ἐπέτυχεν.
253 οὕτω δὲ περὶ τὴν ἐξουσίαν ἐγένετο κακὸς καὶ βίαιος, ὥστε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν Ἀλβῖνον ἐπῄνουν ὡς εὐεργέτην Ἰουδαῖοι·
254 ἐκεῖνος μὲν γὰρ ἐπεκρύπτετο τὴν πονηρίαν καὶ τοῦ μὴ παντάπασιν κατάφωρος εἶναι προυνόει, Γέσσιος δὲ Φλῶρος καθάπερ εἰς ἐπίδειξιν πονηρίας πεμφθεὶς τὰς εἰς τὸ ἔθνος ἡμῶν παρανομίας ἐπόμπευεν, μήτε ἁρπαγῆς παραλιπὼν μηδένα τρόπον μήτε ἀδίκου κολάσεως·
255 ἦν γὰρ ἄτεγκτος μὲν πρὸς ἔλεον, παντὸς δὲ κέρδους ἄπληστος, ᾧ γε μηδὲ τὰ πλεῖστα τῶν ὀλίγων διέφερεν, ἀλλὰ καὶ λῃσταῖς ἐκοινώνησεν· ἀδεῶς γὰρ οἱ πολλοὶ τοῦτʼ ἔπραττον ἐχέγγυον παρʼ ἐκείνου τὴν σωτηρίαν ἐπὶ τοῖς μέρεσιν ἔχειν πεπιστευκότες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme