Book 20
12
Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφʼ ᾗ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς ὁ κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν.
13
συγκατεθέμην δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ ὑμᾶς γινώσκω σπουδήν ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους.
14
ἔγραψα δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ ʼμῷ ἐπιτρόπῳ. οἱ τὰ γράμματα κομίζοντες Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου. ἐγράφη πρὸ τεσσάρων καλανδῶν ἐπὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ.
15
Ἠιτήσατο δὲ καὶ Ἡρώδης, ὁ ἀδελφὸς μὲν Ἀγρίππα τοῦ τετελευτηκότος, Χαλκίδος δὲ τὴν ἀρχὴν κατὰ τὸν χρόνον ἐκεῖνον πεπιστευμένος, Κλαύδιον Καίσαρα τὴν ἐξουσίαν τοῦ νεὼ καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν, πάντων τε ἐπέτυχεν.
16
ἐξ ἐκείνου τε πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ παρέμεινεν ἡ ἐξουσία μέχρι τῆς τοῦ πολέμου τελευτῆς. καὶ δὴ ὁ Ἡρώδης μεθίστησιν τῆς ἀρχιερωσύνης τὸν ἐπικαλούμενον Κανθήραν Ἰωσήπῳ τῷ Καμεὶ ἀντʼ ἐκείνου τὴν διαδοχὴν τῆς τιμῆς παρασχόμενος.
17
Κατὰ τοῦτον δὲ τὸν καιρὸν τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων ἔθη τὸν βίον μετέβαλον διὰ τοιαύτην αἰτίαν·
18
Μονόβαζος ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι τῇ πρὸς γάμου κοινωνίᾳ ἄγεται καὶ κατέστησεν ἐγκύμονα. συγκαθεύδων δέ ποτε τῇ γαστρὶ τῆς γυναικὸς τὴν χεῖρα προσαναπαύσας ἡνίκα καθύπνωσεν, φωνῆς τινος ἔδοξεν ὑπακούειν κελευούσης αἴρειν ἀπὸ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος θεοῦ προνοίᾳ καὶ ἀρχῆς τυχὸν καὶ τέλους εὐτυχοῦς τευξόμενον.