Book 20
46
ταῦτα ἀκούσας ὁ βασιλεὺς οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, μεταστὰς δʼ εἰς ἕτερον οἴκημα καὶ τὸν ἰατρὸν εἰσκαλεσάμενος τὸ προσταχθὲν ἐτέλει καὶ μεταπεμψάμενος τήν τε μητέρα καὶ τὸν διδάσκαλον Ἀνανίαν ἐσήμαινεν αὐτὸν πεπραχέναι τοὖργον.
47
τοὺς δʼ ἔκπληξις εὐθὺς ἔλαβεν καὶ φόβος οὔτι μέτριος, μὴ τῆς πράξεως εἰς ἔλεγχον ἐλθούσης κινδυνεύσειεν μὲν ὁ βασιλεὺς τὴν ἀρχὴν ἀποβαλεῖν οὐκ ἀνασχομένων τῶν ὑπηκόων ἄρχειν αὐτῶν ἄνδρα τῶν παρʼ ἑτέροις ζηλωτὴν ἐθῶν, κινδυνεύσειαν δὲ καὶ αὐτοὶ τῆς αἰτίας ἐπʼ αὐτοῖς ἐνεχθείσης.
48
θεὸς δʼ ἦν ὁ κωλύσων ἄρα τοὺς ἐκείνων φόβους ἐλθεῖν ἐπὶ τέλος· πολλοῖς γὰρ αὐτόν τε τὸν Ἰζάτην περιπεσόντα κινδύνοις καὶ παῖδας τοὺς ἐκείνου διέσωσεν ἐξ ἀμηχάνων πόρον εἰς σωτηρίαν παρασχών, ἐπιδεικνὺς ὅτι τοῖς εἰς αὐτὸν ἀποβλέπουσιν καὶ μόνῳ πεπιστευκόσιν ὁ καρπὸς οὐκ ἀπόλλυται ὁ τῆς εὐσεβείας. ἀλλὰ ταῦτα μὲν ὕστερον ἀπαγγελοῦμεν.
49
Ἑλένη δὲ ἡ τοῦ βασιλέως μήτηρ ὁρῶσα τὰ μὲν κατὰ τὴν βασιλείαν εἰρηνευόμενα, τὸν δὲ υἱὸν αὐτῆς μακάριον καὶ παρὰ πᾶσι ζηλωτὸν καὶ τοῖς ἀλλοεθνέσι διὰ τὴν ἐκ τοῦ θεοῦ πρόνοιαν, ἐπιθυμίαν ἔσχεν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀφικομένη τὸ πᾶσιν ἀνθρώποις περιβόητον ἱερὸν τοῦ θεοῦ προσκυνῆσαι καὶ χαριστηρίους θυσίας προσενεγκεῖν, ἐδεῖτό τε τοῦ παιδὸς ἐπιτρέψαι.
50
τοῦ δὲ πάνυ προθύμως τῇ μητρὶ παρακαλούσῃ κατανεύσαντος καὶ πολλὴν παρασκευὴν τῶν εἰς τὴν ἀποστολὴν ἑτοιμασαμένου καὶ χρήματα πλεῖστα δόντος, καταβαίνει εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν προπέμποντος ἐπὶ πολὺ τοῦ παιδός.
51
γίνεται δὲ αὐτῆς ἡ ἄφιξις πάνυ συμφέρουσα τοῖς Ἱεροσολυμίταις· λιμοῦ γὰρ αὐτῶν τὴν πόλιν κατὰ τὸν καιρὸν ἐκεῖνον πιεζοῦντος καὶ πολλῶν ὑπʼ ἐνδείας ἀναλωμάτων φθειρομένων ἡ βασιλὶς Ἑλένη πέμπει τινὰς τῶν ἑαυτῆς, τοὺς μὲν εἰς τὴν Ἀλεξάνδρειαν πολλῶν σῖτον ὠνησομένους χρημάτων, τοὺς δʼ εἰς Κύπρον ἰσχάδων φόρτον οἴσοντας.
52
ὡς δʼ ἐπανῆλθον ταχέως κομίζοντες τοῖς ἀπορουμένοις διένειμε τροφὴν καὶ μεγίστην αὐτῆς μνήμην τῆς εὐποιίας ταύτης εἰς τὸ πᾶν ἡμῶν ἔθνος καταλέλοιπε.