Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

53 πυθόμενος δὲ καὶ ὁ παῖς αὐτῆς Ἰζάτης τὰ περὶ τὸν λιμὸν ἔπεμψε πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν. ἀλλὰ γὰρ ἃ τοῖς βασιλεῦσιν εἰς τὴν πόλιν ἡμῶν ἀγαθὰ πέπρακται μετὰ ταῦτα δηλώσομεν.
54 Ὁ δὲ τῶν Πάρθων βασιλεὺς Ἀρταβάνης αἰσθόμενος τοὺς σατράπας ἐπιβουλὴν ἐπʼ αὐτὸν συντεθεικότας, μένειν παρʼ αὐτοῖς ἀσφαλὲς οὐχ ὁρῶν ἔγνω πρὸς Ἰζάτην ἀπαίρειν, πόρον παρʼ αὐτοῦ βουλόμενος σωτηρίας εὑρέσθαι καὶ κάθοδον εἰς τὴν ἀρχήν, εἰ δυνηθείη.
55 καὶ δὴ ἀφικνεῖται συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους τὸν ἀριθμὸν ἐπαγόμενος συντυγχάνει τε τῷ Ἰζάτῃ καθʼ ὁδόν.
56 αὐτός τε σαφῶς ἐκεῖνον ἐπιστάμενος, ὑπʼ Ἰζάτου δὲ οὐ γινωσκόμενος, πλησίον καταστὰς πρῶτον μὲν κατὰ τὸ πάτριον προσεκύνησεν αὐτόν, εἶτα βασιλεῦ , φησίν, μὴ περιίδῃς με τὸν σὸν ἱκέτην μηδʼ ὑπερηφανήσῃς δεομένου· ταπεινὸς γὰρ ἐκ μεταβολῆς γενόμενος καὶ ἐκ βασιλέως ἰδιώτης τῆς σῆς ἐπικουρίας χρῄζω.
57 βλέψον οὖν εἰς τὸ τῆς τύχης ἄστατον καὶ κοινὴν εἶναι νόμισον καὶ ὑπὲρ σαυτοῦ πρόνοιαν· ἐμοῦ γὰρ ἀνεκδικήτου περιοφθέντος ἔσονται θρασύτεροι πολλοὶ καὶ κατὰ τῶν ἄλλων βασιλέων.
58 ὁ μὲν ταῦτʼ ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, ὁ δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καί θάρσησον,
59 εἶπεν, ὦ βασιλεῦ, μηδέ σε συγχείτω τὸ παρὸν ὡς ἀνήκεστον· ταχεῖα γὰρ ἔσται τῆς λύπης ἡ μεταβολή. φίλον δέ με καὶ σύμμαχον εὑρήσεις κρείττω τῆς ἐλπίδος· ἢ γὰρ εἰς τὴν Πάρθων σε καταστήσω βασιλείαν πάλιν ἢ τῆς ἐμῆς ἐκστήσομαι.
60 Ταῦτα εἰπὼν ἀνεβίβαζεν τὸν Ἀρταβάνην ἐπὶ τὸν ἵππον, παρείπετο δʼ αὐτὸς πεζὸς τιμὴν ἀπονέμων ταυτηνὶ ὡς ἂν μείζονι βασιλεῖ. θεασάμενος δʼ Ἀρταβάνης βαρέως ἤνεγκεν καὶ τὴν ἐφεστῶσαν αὐτῷ τύχην καὶ τιμὴν ἐπωμόσατο καταβήσεσθαι μὴ ʼκείνου πάλιν ἀναβάντος καὶ προηγουμένου.
61 ὁ δὲ πεισθεὶς ἐπὶ τὸν ἵππον ἥλατο καὶ ἀγαγὼν αὐτὸν εἰς τὴν βασιλείαν πᾶσαν τιμὴν ἀπένειμεν ἔν τε συνεδρίαις καὶ ταῖς περὶ τὰς ἑστιάσεις προκατακλίσεσιν, οὐκ εἰς τὸ παρὸν αὐτοῦ τῆς τύχης ἀποβλέπων, ἀλλʼ εἰς τὸ πρότερον ἀξίωμα, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme