Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

112 ὅλαις δʼ αὐταῖς ἄργυρος ἦν ἐπικεχαλκωμένος πάρεξ τῶν βάσεων· χαλκαῖ γὰρ ἦσαν. ἑκατέρωθεν δὲ τοῦ πυλῶνος τρεῖς κάμακες ἦσαν ἑστῶσαι, αἳ τοῖς πυλούχοις ἐμβεβήκεσαν ἐρηρεισμέναι, καὶ κατʼ αὐτῶν δὲ βύσσινον ὕφος σινδόνος ἦν περιηγμένον.
113 τὸ δὲ κατὰ τὰς πύλας μήκους μὲν ὄντος πήχεων εἴκοσι πέντε δὲ βάθους ὕφος ἦν πορφύρας φοίνικος σὺν ὑακίνθῳ καὶ βύσσῳ πεποιημένον πολλῶν αὐτῷ συνανθούντων καὶ ποικίλων, ὁπόσα μὴ ζῴων ἐξετυποῦτο μορφάς.
114 ἐντὸς δὲ τῶν πυλῶν περιρραντήριον ἦν χάλκεον ὁμοίαν αὐτῷ καὶ τὴν κρηπῖδα παρεχόμενον, ἐξ οὗ τοῖς ἱερεῦσι τὰς χεῖρας ἀποπλύνειν καὶ τῶν ποδῶν καταχεῖν παρῆν. καὶ ὁ μὲν τοῦ αἰθρίου περίβολος τοῦτον τὸν τρόπον ἦν διακεκοσμημένος.
115 Τὴν δὲ σκηνὴν ἵστησιν αὐτοῦ κατὰ μέσον τετραμμένην πρὸς τὰς ἀνατολάς, ἵνα πρῶτον ὁ ἥλιος ἐπʼ αὐτὴν ἀνιὼν ἀφίῃ τὰς ἀκτῖνας. καὶ τὸ μὲν μῆκος αὐτῆς ἐπὶ πήχεις ἐγήγερτο τριάκοντα τὸ δὲ εὖρος ἐπὶ δέκα διειστήκει, καὶ ὁ μὲν ἕτερος τῶν τοίχων νότιος ἦν, ὁ δὲ ἕτερος κατὰ βορέαν ἐτέτραπτο, κατόπιν δʼ αὐτῆς ἡ δύσις κατελείπετο.
116 ἀνίστασθαι δʼ αὐτὴν ἐχρῆν ἐφʼ ὅσον προβαίνοι τὸ εὖρος. κίονες δʼ ἦσαν ξύλου πεποιημένοι κατὰ πλευρὰν ἑκατέραν εἴκοσι τετράγωνοι μὲν τὸ σχῆμα εἰργασμένοι, εἰς δὲ πλάτος διεστῶτες πήχεώς τε καὶ ἡμίσους, τὸ δὲ βάθος δακτύλων τεσσάρων.
117 λεπίδες δʼ αὐτοῖς ἦσαν ἐπικεχαλκευμέναι πανταχόθεν χρυσαῖ διά τε τῶν ἔνδοθεν καὶ τῶν ἐκτὸς μερῶν. δύο δʼ αὐτῶν ἑκάστῳ προσῆσαν στρόφιγγες ἐλαυνόμενοι κατὰ δύο βάσεων· αὗται δʼ ἀργυραῖ μὲν ἦσαν, πυλὶς δʼ ἑκατέρᾳ τούτων προσῆν δεχομένη τὴν στρόφιγγα.
118 τοῦ δὲ κατὰ δύσιν τοίχου κίονες μὲν ἓξ ἦσαν, συνῄεσαν δʼ ἀλλήλοις ἀκριβῶς ἅπαντες, ὥστε μεμυκότων τῶν ἁρμῶν ὡς ἕνα δοκεῖν εἶναι τοῖχον αὐτῶν τὴν συνέλευσιν χρύσειον τά τε ἔνδοθεν καὶ τὰ ἐκτός·
119 ἀνηλόγει γὰρ ὁ τῶν κιόνων ἀριθμός· εἴκοσι γὰρ ἦσαν καὶ παρεῖχε πλάτος τρίτον σπιθαμῆς ἕκαστος αὐτῶν, ὥστε συμπληροῦσθαι τοὺς τριάκοντα πήχεις ὑπʼ αὐτῶν· κατὰ δὲ τὸν ὄπισθεν τοῖχον, ἐννέα γὰρ πήχεις οἱ ἓξ κίονες παρέχονται συνελθόντες, δύʼ ἑτέρους ποιοῦνται κίονας ἐκ πήχεως τετμημένους, οὓς ἐγγωνίους ἔθεσαν ἐπʼ ἴσης τοῖς μείζοσιν ἠσκημένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme