Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

120 ἕκαστος δὲ τῶν κιόνων κρίκον εἶχε χρύσεον κατὰ τὸ ἔξω μέτωπον προσφυὴς ὥσπερ ῥίζαις τισὶν ἐμπεπλεγμένος κατὰ στίχον πρὸς ἀλλήλους τετραμμένοι τὴν περιφέρειαν, καὶ διʼ αὐτῶν ἐπίχρυσοι σκυταλίδες ἐλαυνόμεναι πέντε πήχεων ἑκάστη τὸ μέγεθος σύνδεσμος ἦσαν τῶν κιόνων, ἐμβαινούσης κατὰ κεφαλὴν σκυταλίδος ἑκάστης τῇ ἑτέρᾳ τεχνητῷ στρόφιγγι κοχλίου τρόπον δεδημιουργημένῳ.
121 κατὰ δὲ τὸν ὄπισθεν τοῖχον μία φάλαγξ ἦν διὰ πάντων ἰοῦσα τῶν κιόνων, εἰς ἣν ἐνέβαινον πλάγιαι αἱ τελευταῖαι τῶν σκυταλίδων ἐξ ἑκατέρου τοίχου τῶν ἐπιμηκεστέρων καὶ κρατεῖσθαι συνέβαινεν αὐταῖς γιγλύμοις τῷ θήλει τοῦ ἄρρενος συνελθόντος. τοῦτο μέντοι πρὸς τὸ μήθʼ ὑπὸ ἀνέμων κραδαίνεσθαι μήτʼ ἄλλης αἰτίας τὴν σκηνὴν συνεῖχεν, ἀλλʼ ἀκίνητον αὐτὴν ἐν ἠρεμίᾳ πολλῇ διαφυλάξειν ἔμελλεν.
122 Ἐντὸς δὲ διελὼν τὸ μῆκος αὐτῆς εἰς τρία μέρη μετὰ δέκα πήχεας ἡρμοσμένους ἐκ τοῦ μυχοῦ τέσσαρας ἵστησι κίονας ὁμοίως τοῖς ἄλλοις εἰργασμένους καὶ βάσεσιν ὁμοίαις ἐπικειμένους διαλείποντας ἀλλήλων κατʼ ὀλίγον. τὸ δʼ ἐνδοτέρω αὐτῶν ἄδυτον ἦν, τὸ δὲ λοιπὸν ἡ σκηνὴ τοῖς ἱερεῦσιν ἀνεῖτο.
123 τὴν μέντοι διαμέτρησιν τὴν τοιαύτην τῆς σκηνῆς καὶ μίμησιν τῆς τῶν ὅλων φύσεως συνέβαινεν εἶναι· τὸ μὲν γὰρ τρίτον αὐτῆς μέρος τὸ ἐντὸς τῶν τεσσάρων κιόνων, ὃ τοῖς ἱερεῦσιν ἦν ἄβατον, ὡς οὐρανὸς ἀνεῖτο τῷ θεῷ, οἱ δʼ εἴκοσι πήχεις, ὥσπερ γῆ καὶ θάλασσα βάσιμος ἀνθρώποις, οὕτως τοῖς ἱερεῦσι μόνοις ἐπετέτραπτο.
124 κατὰ μέτωπον δέ, ἐξ οὗ τὴν εἴσοδον ἦσαν πεποιημένοι, κίονες ἕστασαν χρύσεοι χαλκείαις βάσεσιν ἐφεστῶτες τὸν ἀριθμὸν πέντε. κατεπετάννυσαν δὲ τὴν σκηνὴν ὕφεσι βύσσου καὶ πορφύρας ὑακίνθου καὶ φοίνικος βαφῆς συγκεκραμένης.
125 καὶ πρῶτον μὲν ἦν πήχεων δέκα πανταχόθεν, ᾧ κατεπετάννυσαν τοὺς κίονας, οἳ διαιροῦντες τὸν νεὼν τὸ ἄδυτον ἔνδον αὑτῶν ἀπελάμβανον· καὶ τοῦτο ἦν τὸ ποιοῦν αὐτὸ μηδενὶ κάτοπτον. καὶ ὁ μὲν πᾶς ναὸς ἅγιον ἐκαλεῖτο, τὸ δʼ ἄβατον τὸ ἐντὸς τῶν τεσσάρων κιόνων τοῦ ἁγίου τὸ ἅγιον.
126 ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme