Book 3
127
ἕτερον δὲ τούτῳ καὶ τῷ μεγέθει καὶ τῇ ὑφῇ καὶ τῇ χρόᾳ παραπλήσιον τοὺς ἐπὶ ταῖς εἰσόδοις πέντε κίονας περιέβαλλε κατὰ γωνίαν ἑκάστου κίονος κρίκου κατέχοντος αὐτὸ ἀπὸ κορυφῆς ἄχρι ἡμίσους τοῦ κίονος. τὸ δὲ λοιπὸν εἴσοδος ἀνεῖτο τοῖς ἱερεῦσιν ὑποδυομένοις.
128
ὑπὲρ δὲ τούτου λίνεον ἦν ἰσομέγεθες φάρσος ἐφελκόμενον ἀπὸ κάλων ἐπὶ θάτερα, τῶν κρίκων τῷ τε ὕφει καὶ τῷ κάλῳ διακονούντων πρός τε τὸ ἐκπετάννυσθαι καὶ συνελκόμενον ἵστασθαι κατὰ γωνίαν ἐμποδὼν οὐκ ἐσόμενον πρὸς τὸ κατοπτεύεσθαι καὶ μάλιστα ἐν ταῖς ἐπισήμοις ἡμέραις.
129
κατὰ δὲ τὰς λοιπὰς καὶ μάλισθʼ ὅταν ᾖ νιφετώδης προπεταννύμενον στεγανὸν ἐποίει τὸ ἐκ τῶν βαμμάτων ὕφος· ὅθεν δὴ παρέμεινε τὸ ἔθος καὶ τὸν ναὸν οἰκοδομησαμένων ἡμῶν, ὥστε τὴν σινδόνα τοιουτότροπον περικεῖσθαι ταῖς εἰσόδοις.
130
δέκα δὲ ἄλλα φάρση πηχῶν τὸ πλάτος τεσσάρων τὸ δὲ μῆκος ὀκτὼ καὶ εἴκοσι, χρυσείους ἔχοντα γιγλύμους ἐπὶ συναφῇ θηλείας τε καὶ ἄρρενος συνείλεκτο, ὡς ἓν εἶναι δοκεῖν, εἶτα ὑπερτεινόμενα τοῦ ναοῦ τό τʼ ἐφύπερθεν ἐσκίαζε καὶ τῶν τοίχων τοὺς κατὰ πλευρὰν καὶ κατόπιν ἑστῶτας ἀπὸ τῆς γῆς ὅσον πῆχυν ἀνέχοντα.
131
ἴσαι δὲ τῷ πλάτει καὶ ἄλλαι σινδόνες μιᾷ πλείους τὸν ἀριθμὸν τὸ δὲ μῆκος ὑπερβάλλουσαι, τριακονταπήχεις γὰρ ἦσαν, ὑφασμέναι δʼ ἐκ τριχῶν ὁμοίως κατὰ λεπτουργίαν ταῖς ἐκ τῶν ἐρίων πεποιημέναι ἐτέταντο μέχρι τῆς γῆς κεχυμέναι κατὰ θύρας ἀετώματι παραπλήσιον καὶ παστάδι παρεῖχον, τοῦ ἑνδεκάτου φάρσους εἰς τοῦτο παρειλημμένου.
132
ἄλλαι δʼ ἐπάνω τούτων ἐκ διφθερῶν κατεσκευασμέναι ὑπερῄεσαν σκέπη καὶ βοήθεια ταῖς ὑφανταῖς ἔν τε τοῖς καύμασι καὶ ὁπότε ὑετὸς εἴη γεγενημέναι. πολλὴ δʼ ἔκπληξις ἐλάμβανε τοὺς πόρρωθεν θεωμένους· τὴν γὰρ χρόαν τοῖς κατὰ τὸν οὐρανὸν συμβαίνουσιν οὐδὲν ἐδόκουν διαφέρειν.
133
αἱ δʼ ἐκ τῆς τριχὸς καὶ τῶν διφθερῶν πεποιημέναι κατῄεσαν ὁμοίως τῷ περὶ τὰς πύλας ὑφάσματι τό τε καῦμα καὶ τὴν ἀπὸ τῶν ὄμβρων ὕβριν ἀπομαχόμεναι. καὶ ἡ μὲν σκηνὴ τοῦτον πήγνυται τὸν τρόπον.
134
Γίνεται δὲ καὶ κιβωτὸς τῷ θεῷ ξύλων ἰσχυρῶν τὴν φύσιν καὶ σῆψιν παθεῖν οὐ δυναμένων· ἡ δʼ ἐρὼν μὲν καλεῖται κατὰ τὴν ἡμετέραν γλῶτταν, ἡ δὲ κατασκευὴ τοιαύτη τις ἦν·