Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

162 Ἐπὶ δὲ τούτοις τρίτον ἐνδύεται τὸν λεγόμενον μὲν ἐφώδην, Ἑλληνικῇ δʼ ἐπωμίδι προσεοικότα· γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθεὶς ἐπὶ βάθος πηχυαῖον ἔκ τε χρωμάτων παντοίων καὶ χρυσοῦ συμπεποικιλμένος ἀπερίπτυκτον τοῦ στέρνου τὸ μέσον καταλιμπάνει χειρῖσι τε ἠσκημένος καὶ τῷ παντὶ σχήματι χιτὼν εἶναι πεποιημένος.
163 τῷ δὲ διακένῳ τοῦ ἐνδύματος σύνεισι περίτμημα σπιθαμῆς τὸ μέγεθος χρυσῷ τε καὶ τοῖς αὐτοῖς τῷ ἐφώδῃ βάμμασι διηνθισμένον· ἐσσὴν μὲν καλεῖται, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑλλήνων γλῶτταν λόγιον·
164 πληροῖ δὲ ἀκριβῶς τοῦ ἐφώδου ὅπερ ὑφαίνοντες κατὰ στῆθος ἐξέλιπον, ἑνοῦται δʼ ὑπὸ κρίκων χρυσέων αὐτῷ τε κατὰ γωνίαν ἑκάστην κἀκείνῳ τῶν ἴσων προσκεκοινωμένων, ῥάμματος ὑακίνθου παραληφθέντος εἰς τὴν πρὸς ἀλλήλους κατάδεσιν τοῖς κρίκοις.
165 πρὸς δὲ τὸ μὴ χαλαρὸν εἶναι τὸ ἐν μέσῳ τῶν κρίκων καταλιμπανόμενον ῥαφὴν αὐτοῦ νήμασιν ὑακινθίνοις ἐπενόησαν. πορποῦσι δὲ τὴν ἐπωμίδα σαρδόνυχες δύο κατὰ τῶν ὤμων ἑκάτερον τέλος ἐπʼ αὐτοὺς ἐπιθέον χρύσεον ἔχοντες πρὸς τὸ ταῖς περονίσιν ἐπιτήδειον εἶναι.
166 ἐγγέγραπται δὲ τούτοις τῶν Ἰακώβου παίδων τὰ ὀνόματα γράμμασιν ἐπιχωρίοις γλώσσῃ τῇ ἡμετέρᾳ κατὰ ἓξ τῶν λίθων ἑκατέρῳ, οἱ πρεσβύτεροι δʼ εἰσὶ κατὰ ὦμον τὸν δεξιόν. ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες·
167 οὗτοι μέντοι κατὰ στίχον τρεῖς ἐπὶ τεσσάρων διακείμενοι γραμμῶν ἐνήσκηνται τῷ ὕφει, χρυσὸς δʼ αὐτοὺς ἐκπεριέρχεται τὰς ἕλικας ἐντιθεὶς τῷ ὕφει πρὸς τὸ μὴ διαρρεῖν οὕτως πεποιημένος.
168 καὶ ἡ μὲν πρώτη τριάς ἐστι σαρδόνυξ τόπαζος σμάραγδος, ἡ δευτέρα δὲ ἄνθρακα παρέχεται καὶ ἴασπιν καὶ σάπφειρον, τῆς δὲ τρίτης λίγυρος μὲν ἄρχει εἶτα ἀμέθυσος ἀχάτης δὲ τρίτος ἔνατος ὢν τοῖς πᾶσι, τετάρτου δὲ στίχου χρυσόλιθος μὲν πρόκειται, μετὰ δὲ αὐτὸν ὄνυξ, εἶτα βήρυλλος, τελευταῖος οὗτος.
169 γράμματα δὲ ἐπετέτμητο πᾶσι τῶν Ἰακώβου υἱῶν, οὓς καὶ φυλάρχους νομίζομεν, ἑκάστου τῶν λίθων ὀνόματι τετιμημένου κατὰ τάξιν ἣν ἕκαστον αὐτῶν γενέσθαι συμβέβηκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme