Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

170 τῶν οὖν κρίκων ἀσθενῶν ὄντων κατʼ αὐτοὺς ἐνεγκεῖν τὸ βάρος τῶν λίθων ἑτέρους δύο κρίκους μείζονας τῇ πέζῃ τοῦ ἐσσήνου ᾗπερ ἀνήκει πρὸς τὸν τράχηλον ἐμβεβηκότας τῷ ὑφάσματι ποιοῦσι, δεξομένους ἁλύσεις εἰργασμένας, αἳ συνῆσαν κατʼ ἄκρον τῶν ὤμων σειραῖς ἐκ χρυσοῦ πεπλεγμέναις συνάπτουσαι, ὧν τὸ ἄκρον ἀνεστραμμένον ἐνέβαινε κρίκῳ προέχοντι τῆς νωτιαίας πέζης τοῦ ἐφώδου.
171 καὶ τοῦτο ἦν ἀσφάλεια τῷ ἐσσήνῃ πρὸς τὸ μὴ περιρρεῖν, ζώνη δὲ τῷ ἐσσήνῃ προσέρραπτο βάμμασιν οἷς προεῖπον μετὰ χρυσίου προσφερής, ἣ περιοδεύσασα δεῖται πάλιν ἐπὶ τῇ ῥαφῇ καὶ κατακρεμνᾶται· τοὺς δὲ θυσάνους χρύσεαι σύριγγες καθʼ ἑκατέραν ἄκραν ἐκλαβοῦσαι πάντας ἐμπεριέχουσιν αὗται.
172 Πῖλον δὲ ἦν ὁ καὶ πρότερον αὐτῷ παραπλησίως εἰργασμένος τοῖς πᾶσιν ἱερεῦσιν, ὑπʼ αὐτὸν δὲ συνερραμμένος ἕτερος ἐξ ὑακίνθου πεποικιλμένος περιέρχεται στέφανος χρύσεος ἐπὶ τριστιχίαν κεχαλκευμένος. θάλλει δʼ ἐπʼ αὐτῷ κάλυξ χρύσεος τῇ σακχάρῳ βοτάνῃ παρʼ ἡμῖν λεγομένῃ ἀπομεμιμημένος, ὑὸς δὲ κύαμον Ἑλλήνων οἱ περὶ τομὰς ῥιζῶν ἐμπείρως ἔχοντες προσαγορεύουσιν.
173 εἰ δέ τις ἢ θεασάμενος τὴν βοτάνην ἀμαθίᾳ τούτου ἀγνοεῖ τὴν φύσιν αὐτῆς ἢ τὴν κλῆσιν ἐπιστάμενος οὐκ ἰδὼν δʼ ἀναγνωρίσειε, τοῖς οὕτω δὴ ἔχουσι σημανῶ τὸν τρόπον·
174 βοτάνη μέν ἐστιν ὑπὲρ τρεῖς σπιθαμὰς πολλάκις αὐξανομένη τὸ ὕψος, τὴν δὲ ῥίζαν ἐμφερὴς βουνιάδι, ταύτῃ γὰρ οὐκ ἂν ἁμάρτοι τις εἰκάζων αὐτήν, τὰ δὲ φύλλα τοῖς εὐζώμων· ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δʼ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατʼ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης· ὁ δὲ κάλυξ μεγέθους ἐστὶ σκυταλίδος τοῦ μικροῦ δακτύλου, κρατῆρι δʼ ἐμφερὴς τὴν περιγραφήν. σημανῶ δὲ καὶ τοῦτο τοῖς οὐ μεμαθηκόσι·
175 σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατʼ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme