Book 3
183
τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ· ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δʼ ἂν εἴη τεκμήριον τοῦ πυρός.
184
ἀποσημαίνει δὲ καὶ ὁ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, ὁ δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατʼ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς.
185
καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε· καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει· ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει· καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα.
186
τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατʼ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι· καὶ ὁ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος,
187
οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, ᾗ μάλιστα χαίρει τὸ θεῖον. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτόν μοι δεδηλώσθω πολλάκις τε καὶ ἐν πολλοῖς τὴν ἀρετὴν τοῦ νομοθέτου παρεξόντων ἡμῖν διελθεῖν τῶν πραγμάτων.
188
Ὡς δὲ τὸ προειρημένον πέρας εἶχε, τῶν ἀναθημάτων μήπω καθιερωμένων ἐπιστὰς ὁ θεὸς Μωυσεῖ τὴν ἱερωσύνην Ἀαρῶνι τἀδελφῷ προσέταξε δοῦναι ὡς ἁπάντων διʼ ἀρετὴν τῆς τιμῆς δικαιοτέρῳ τυχεῖν. καὶ συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν εὔνοιαν διεξῄει καὶ τοὺς κινδύνους οὓς ὑπομείνειεν ὑπὲρ αὐτῶν.