Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

230 Θύουσι δὲ καὶ ὑπὲρ ἁμαρτάδων καὶ ὁμοίως τῷ προειρημένῳ τὸ περὶ τῶν ἁμαρτάδων τῆς ἱερουργίας τρόπῳ γίνεται. οἱ δὲ ἀδύνατοι πορίζειν τὰ τέλεια θύματα περιστερὰς ἢ τρυγόνας δύο, ὧν τὸ μὲν ὁλοκαυτεῖται τῷ θεῷ, τὸ δὲ τοῖς ἱερεῦσιν εἰς βρῶσιν διδόασιν. ἀκριβέστερον δὲ περὶ τῆς θυσίας τῶνδε τῶν ζῴων ἐν τοῖς περὶ θυσιῶν ἐροῦμεν.
231 ὁ μὲν γὰρ κατὰ ἄγνοιαν εἰς τοῦτο προπεσὼν ἄρνα καὶ ἔριφον θήλειαν τῶν αὐτοετῶν προσφέρει, καὶ τῷ μὲν αἵματι δεύει τὸν βωμὸν ὁ ἱερεὺς οὐχ ὡς τὸ πρῶτον ἀλλὰ τῶν γωνιῶν τὰς ἐξοχάς, καὶ τούς τε νεφροὺς καὶ τὴν ἄλλην πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ, οἱ δὲ ἱερεῖς τάς τε δορὰς ἀποφέρονται καὶ τὰ κρέα ἐπʼ ἐκείνης δαπανήσοντες τῆς ἡμέρας ἐν τῷ ἱερῷ· ὁ γὰρ νόμος εἰς τὴν αὔριον ἀπολιπεῖν οὐκ ἐᾷ.
232 ὁ δὲ ἁμαρτὼν μὲν αὑτῷ δὲ συνειδὼς καὶ μηδένα ἔχων τὸν ἐξελέγχοντα κριὸν θύει τοῦ νόμου τοῦτο κελεύοντος, οὗ τὰ κρέα κατὰ τὸ ἱερὸν ὁμοίως οἱ ἱερεῖς αὐθημερὸν σιτοῦνται. οἱ δὲ ἄρχοντες ἐφʼ οἷς ἡμάρτανον ἐκθυόμενοι ταὐτὰ μὲν κομίζουσι τοῖς ἰδιώταις, διαλλάσσουσι δὲ τῷ προσάγειν θύματα ταῦρον ἔριφον ἄρσενας.
233 Νόμος δὲ ταῖς ἰδιωτικαῖς καὶ ταῖς δημοσίαις θυσίαις καὶ ἄλευρον ἐπιφέρεσθαι καθαρώτατον, ἀρνὶ μὲν ἀσσαρῶνος μέτρον κριῷ δὲ δυοῖν ταύρῳ δὲ τριῶν. τοῦτο καθαγνίζουσιν ἐπὶ τῷ βωμῷ μεμαγμένον ἐλαίῳ·
234 κομίζεται γὰρ δὴ καὶ ἔλαιον ὑπὸ τῶν τεθυκότων ἐπὶ μὲν βοῒ ἰνὸς ἥμισυ, ἐπὶ δὲ κριῷ μέρος τούτου τρίτον τοῦ μέτρου, καὶ τετάρτη μερὶς ἐπʼ ἀρνί· ὁ δὲ ἲν μέτρον ἀρχαῖον Ἑβραίων δύναται δύο χόας Ἀττικούς. τὸ δʼ αὐτὸ μέτρον τῷ ἐλαίῳ καὶ οἴνου παρῆγον, σπένδουσι δὲ περὶ τὸν βωμὸν τὸν οἶνον.
235 εἰ δέ τις θυσίαν οὐκ ἐπιτελῶν ἐπήνεγκε κατʼ εὐχὴν σεμίδαλιν, ταύτης ἀπαρχὴν μίαν ἐπιβάλλει τῷ βωμῷ δράκα, τὴν δὲ λοιπὴν οἱ ἱερεῖς πρὸς τροφὴν λαμβάνουσιν ἢ ἑψηθεῖσαν, ἐλαίῳ γὰρ συμπεφύραται, ἢ γενομένων ἄρτων. ἱερέως δὲ κομίσαντος καὶ ὁποσονοῦν ὁλοκαυτεῖν ἀναγκαῖον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme