Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

236 κωλύει δὲ ὁ νόμος θύειν ζῷον αὐθημερὸν μετὰ τοῦ γεγεννηκότος ἐπὶ ταὐτό, οὐδʼ ἄλλως δὲ πρὶν ὀγδόην ἡμέραν γεννηθέντι διελθεῖν. γίνονται δὲ ἄλλαι θυσίαι ὑπὲρ τοῦ τὰς νόσους διαφυγεῖν ἢ κατʼ ἄλλας αἰτίας, εἰς ἃς πέμματα σὺν ἱερείοις ἀναλίσκεται, ὧν εἰς τὴν ὑστέραν οὐδὲν ὑπολιπεῖν ἐστι νόμιμον, τῶν ἱερέων μέρος ἴδιον λαβόντων.
237 Ἐκ δὲ τοῦ δημοσίου ἀναλώματος νόμος ἐστὶν ἄρνα καθʼ ἑκάστην ἡμέραν σφάζεσθαι τῶν αὐτοετῶν ἀρχομένης τε ἡμέρας καὶ ληγούσης, κατὰ δὲ ἑβδόμην ἡμέραν, ἥτις σάββατα καλεῖται, δύο σφάττουσι τὸν αὐτὸν τρόπον ἱερουργοῦντες.
238 τῇ δὲ νουμηνίᾳ τάς τε καθημερινὰς θυσίας ἐπιτελοῦσι καὶ δύο βόας σὺν ἀρνάσιν ἐνιαυσιαίοις ἑπτὰ καὶ κριόν, ἔριφον δὲ ἐπὶ παραιτήσεσιν ἁμαρτάδων, εἴ τι κατὰ λήθην γένοιτο.
239 Τῷ δʼ ἑβδόμῳ μηνί, ὃν Μακεδόνες Ὑπερβερεταῖον καλοῦσι, προσθέντες τοῖς εἰρημένοις ταῦρον καὶ κριὸν καὶ ἄρνας ἑπτὰ θύουσι καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων.
240 Δεκάτῃ δὲ τοῦ αὐτοῦ μηνὸς κατὰ σελήνην διανηστεύοντες ἕως ἑσπέρας θύουσι δʼ ἐν ταύτῃ τῇ ἡμέρᾳ ταῦρόν τε καὶ κριοὺς δύο καὶ ἄρνας ἑπτὰ καὶ ὑπὲρ ἁμαρτάδων ἔριφον.
241 προσάγουσι δὲ δύο πρὸς τούτοις ἐρίφους, ὧν ὁ μὲν ζῶν εἰς τὴν ὑπερόριον ἐρημίαν πέμπεται ἀποτροπιασμὸς καὶ παραίτησις τοῦ πλήθους παντὸς ὑπὲρ ἁμαρτημάτων ἐσόμενος, τὸν δʼ ἐν τοῖς προαστείοις εἰς καθαρώτατον ἄγοντες χωρίον αὐτόθι σὺν αὐτῇ καίουσι τῇ δορᾷ μηδὲν ὅλως καθάραντες.
242 συγκατακαίεται δὲ ταῦρος οὐχ ὑπὸ τοῦ δήμου προσαχθείς, ἀλλʼ ἐκ τῶν ἰδίων ἀναλωμάτων τοῦ ἀρχιερέως παρασχόντος· οὗ δὴ σφαγέντος εἰσκομίσας εἰς τὸν ναὸν τοῦ αἵματος ἅμα καὶ τοῦ ἐρίφου ῥαίνει τῷ δακτύλῳ τὸν ὄροφον ἑπτάκις,
243 τοῦ δʼ αὐτοῦ καὶ τὸ ἔδαφος καὶ τοσαυτάκις εἰς τὸν ναὸν καὶ περὶ τὸν χρύσεον βωμὸν καὶ τὸ λοιπὸν περὶ τῷ μείζονι κομίσας εἰς τὸ αἴθριον· πρὸς τούτοις τὰς ἐξοχὰς καὶ τοὺς νεφροὺς καὶ τὴν πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ. παρέχεται δὲ καὶ κριὸν ὁ ἀρχιερεὺς ὁλοκαύτωσιν τῷ θεῷ.
244 Τῇ δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς καὶ δεκάτῃ τρεπομένου τὸ λοιπὸν τοῦ καιροῦ πρὸς τὴν χειμερινὴν ὥραν σκηνὰς πήγνυσθαι κελεύει κατὰ οἰκίαν ἕκαστον, τό τε κρύος ὑφορωμένους ἐπὶ φυλακῇ τοῦ ἔτους,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme