Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

284 τοῦ δʼ ἀναλώματος ὑπερβάλλοντος ὑπὲρ τοῦ λείποντος καταβαλὼν τὸ ἱκνούμενον ἐξέχεται τῆς κτήσεως, ἴσων δὲ συναριθμουμένων τῶν τε καρπῶν καὶ τῶν ἀναλωμάτων ἀποδίδωσι τοῖς καὶ πρότερον νεμηθεῖσι.
285 τὸ αὐτὸ δὲ καὶ ἐπὶ ταῖς οἰκίαις νόμιμον ἰσχύειν ἠθέλησε ταῖς κατὰ κώμας πεπραμέναις· περὶ γὰρ τῶν ἐν τῇ πόλει πεπραμένων ἔγνωκεν ἑτέρως. εἰ μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι τὸν ἐνιαυτὸν καταβάλοι τὸ ἀργύριον, ἀναγκάζει τὸν πριάμενον ἀποδοῦναι, εἰ δὲ πλῆρες γένοιτο τὸ ἔτος, βεβαιοῖ τὴν κτῆσιν τῷ πριαμένῳ.
286 ταύτην Μωυσῆς τὴν διάταξιν τῶν νόμων, ὅθʼ ὑπὸ τὸ Σιναῖον καθιδρύκει τὴν στρατιάν, ἐξέμαθε παρὰ τοῦ θεοῦ καὶ τοῖς Ἑβραίοις γεγραμμένην παραδίδωσιν.
287 Ἐπειδὴ δὲ καλῶς αὐτῷ τὰ περὶ τὴν νομοθεσίαν ἔχειν ἐδόκει, πρὸς ἐξέτασιν τοῦ στρατοῦ τὸ λοιπὸν ἐτράπη τῶν πολεμικῶν ἤδη κατὰ νοῦν ἔχων ἅπτεσθαι, προστάσσει τε τοῖς φυλάρχοις πλὴν τῆς Λευίτιδος φυλῆς ἀκριβῶς τὸν ἀριθμὸν ἐκμαθεῖν τῶν στρατεύεσθαι δυναμένων· ἱεροὶ γὰρ ἦσαν οἱ Λευῖται καὶ πάντων ἀτελεῖς.
288 γενομένης δὲ τῆς ἐξετάσεως εὑρέθησαν μυριάδες ἑξήκοντα τῶν ὁπλιτεύειν δυναμένων ὄντων ἀπὸ εἴκοσι ἐτῶν ἕως πεντήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ἀντὶ δὲ Λευὶ κατέλεξεν εἰς τοὺς φυλάρχους Μανασσῆν τὸν Ἰωσήπου παῖδα καὶ Ἐφράην ἀντὶ τοῦ Ἰωσήπου· δέησις δὲ ἦν αὕτη Ἰακώβου πρὸς Ἰώσηπον ποιητοὺς αὐτῷ παρασχεῖν τοὺς παῖδας, ὡς καὶ προεῖπον.
289 Πηγνύντες δὲ τὴν σκηνὴν μέσην ἀπελάμβανον τριῶν φυλῶν κατὰ πλευρὰν ἑκάστην παρασκηνουμένων· ὁδοὶ δὲ διὰ μέσων ἐτέτμηντο, καὶ κόσμος ἦν ἀγορᾶς, καὶ τῶν πωλουμένων ἕκαστον ἐν τάξει διέκειτο, καὶ δημιουργοὶ τέχνης ἁπάσης ἐν τοῖς ἐργαστηρίοις ἦσαν, οὐδενί τε ἄλλῳ ἢ πόλει μετανισταμένῃ καὶ καθιδρυμένῃ ἐῴκει.
290 τὰ δὲ περὶ τὴν σκηνὴν πρῶτοι μὲν οἱ ἱερεῖς κατεῖχον, ἔπειτα δὲ οἱ Λευῖται πάντες ὄντες τὸ πλῆθος, ἐξητάσθησαν γὰρ καὶ αὐτοὶ τοῦ μὲν ἄρρενος ὅσον τριακοστὴν εἶχεν ἡμέραν γενόμενον, δισμύριοι καὶ δισχίλιοι πρὸς τοῖς ὀκτακοσίοις ὀγδοήκοντα. καὶ ἐφʼ ὅσον μὲν ὑπὲρ τὴν σκηνὴν συνέβαινεν ἑστάναι τὴν νεφέλην, μένειν αὐτοῖς ὡς ἐπιδημοῦντος ἐδόκει τοῦ θεοῦ, τρεπομένης δὲ ταύτης μετανίστασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme