Book 3
36
καὶ Μωυσῆς ταῦτα λαβὼν παρὰ τοῦ θεοῦ παραγίνεται πρὸς τὸν λαὸν περιμένοντα καὶ εἰς αὐτὸν ἀφορῶντα· καὶ γὰρ ἤδη καθεώρων αὐτὸν ἀπὸ τῆς σκοπῆς ὁρμώμενον. ὡς δʼ ἧκεν, ἀπολύειν αὐτοὺς καὶ ταύτης τῆς ἀνάγκης τὸν θεὸν ἔλεγε καὶ χαρίσασθαι σωτηρίαν οὐδʼ ἐλπισθεῖσαν ἐκ τῆς πέτρας ποταμὸν αὐτοῖς ῥυήσεσθαι λέγων.
37
τῶν δὲ πρὸς τὴν ἀκοὴν καταπλαγέντων, εἰ ὑπό τε τοῦ δίψους καὶ τῆς ὁδοιπορίας τεταλαιπωρημένοις ἀνάγκη γένοιτο κόπτειν τὴν πέτραν, ὁ Μωυσῆς πλήττει τῇ βακτηρίᾳ, καὶ χανούσης ἐξέβλυσεν ὕδωρ πολὺ καὶ διαυγέστατον.
38
οἱ δὲ τῷ παραδόξῳ τοῦ γεγονότος κατεπλάγησαν, καὶ πρὸς τὴν ὄψιν αὐτοῖς ἤδη τὸ δίψος ἔληγε, καὶ πίνουσιν ἡδὺ καὶ γλυκὺ τὸ νᾶμα καὶ οἷον ἂν εἴη θεοῦ τὸ δῶρον δόντος ἐφαίνετο· τόν τε οὖν Μωυσῆν ἐθαύμαζον οὕτως ὑπὸ τοῦ θεοῦ τετιμημένον, καὶ θυσίαις ἠμείβοντο τὴν τοῦ θεοῦ περὶ αὐτοὺς πρόνοιαν. δηλοῖ δὲ ἐν τῷ ἱερῷ ἀνακειμένη γραφὴ τὸν θεὸν προειπεῖν Μωυσεῖ οὕτως ἐκ τῆς πέτρας ἀναδοθήσεσθαι ὕδωρ.
39
Τοῦ δὲ Ἑβραίων ὀνόματος ἤδη πολλοῦ κατὰ πάντας διαβοωμένου καὶ τοῦ περὶ αὐτῶν λόγου φοιτῶντος ἐν φόβῳ συνέβαινεν οὐ μικρῷ τοὺς ἐπιχωρίους εἶναι, καὶ πρεσβευόμενοι πρὸς ἀλλήλους παρεκάλουν ἀμύνειν καὶ πειρᾶσθαι τοὺς ἄνδρας διαφθείρειν.
40
ἐτύγχανον δὲ οἱ πρὸς τοῦτο ἐνάγοντες οἵ τε τὴν Γοβολῖτιν καὶ τὴν Πέτραν κατοικοῦντες, οἳ καλοῦνται μὲν Ἀμαληκῖται, μαχιμώτατοι δὲ τῶν ἐκεῖσε ἐθνῶν ὑπῆρχον, ὧν πέμποντες οἱ βασιλεῖς ἀλλήλους τε καὶ τοὺς περιοίκους ἐπὶ τὸν πρὸς Ἑβραίους πόλεμον παρεκάλουν, στρατὸν ἀλλότριον καὶ τῆς Αἰγυπτίων ἀποδράντα δουλείας ἐφεδρεύειν αὐτοῖς λέγοντες,
41
ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν ἢ λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρʼ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλʼ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας.