Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

arg α. Ἑβραίων δίχα τῆς Μωυσέος γνώμης μάχη πρὸς Χαναναίους καὶ ἧττα.
arg β. στάσις Κορέου καὶ τοῦ πλήθους πρὸς Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ περὶ τῆς ἱερωσύνης.
arg γ. τὰ συμβάντα τοῖς Ἑβραίοις ἐν τῇ ἐρήμῳ ἔτεσιν ὀκτὼ καὶ τριάκοντα.
arg δ. ὡς Σηχῶνα καὶ Ὤγην τοὺς Ἀμορραίων βασιλεῖς νικήσας Μωυσῆς καὶ τὴν στρατιὰν ἅπασαν αὐτῶν διαφθείρας κατεκλήρωσεν αὐτῶν τὴν χώραν δυσὶ φυλαῖς καὶ ἡμισείᾳ τῶν Ἑβραίων.
arg ε. Μωυσέος πολιτεία καὶ πῶς ἐξ ἀνθρώπων ἠφανίσθη.
arg περιέχει ἡ βίβλος αὕτη χρόνον ἐτῶν τριάκοντα καὶ ὀκτώ.
1 Ἑβραίους δʼ ὁ κατὰ τὴν ἐρημίαν βίος ἀηδὴς καὶ χαλεπὸς ὢν ἐπόνει καὶ κωλύοντος τοῦ θεοῦ τῶν Χαναναίων πεῖραν λαμβάνειν· οὐ γὰρ ἠξίουν τοῖς Μωυσέος πειθαρχοῦντες λόγοις ἠρεμεῖν, ἀλλὰ καὶ δίχα τῆς παρʼ ἐκείνου προθυμίας κρατήσειν αὐτοὶ τῶν πολεμίων νομίζοντες κατηγόρουν μὲν αὐτοῦ καὶ πραγματεύεσθαι μένειν αὐτοὺς ἀπόρους ὑπενόουν, ἵνʼ ἀεὶ τῆς ἐξ αὐτοῦ βοηθείας δέωνται,
2 πολεμεῖν δὲ τοῖς Χαναναίοις ὡρμήκεσαν λέγοντες τὸν θεὸν οὐχὶ Μωυσεῖ χαριζόμενον ἐπικουρεῖν αὐτοῖς, ἀλλὰ καὶ κοινῇ κηδόμενον αὐτῶν τοῦ ἔθνους διὰ τοὺς προγόνους ὧν ἐπετρόπευσε καὶ διὰ τὴν αὐτῶν ἀρετὴν πρότερόν τε παρασχεῖν τὴν ἐλευθερίαν καὶ νῦν βουλομένοις πονεῖν ἀεὶ παρέσεσθαι σύμμαχον·
3 εἶναί τε καὶ κατʼ αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν· ὅλως τε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρʼ Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους,
4 ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλʼ αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντʼ αὐτὸν εἰδέναι τὰ μέλλοντα παρʼ αὐτοῦ μανθάνοντα·
5 δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπʼ ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν.
1 / 49 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme