Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

137 ἔφασαν, δέδοκται, τοῖς δʼ ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης ἢ τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν.
138 μέμψαιτο δʼ ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δʼ ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ἢ ταὐτὰ πᾶσιν ἡγητέον ἢ ζητεῖν ἄλλην οἰκουμένην, ἐν ᾗ βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους.
139 Οἱ δʼ ὑπὸ τοῦ πρὸς αὐτὰς ἔρωτος κάλλιστα λέγεσθαι ταῦτα ὑπολαβόντες καὶ παραδόντες αὑτοὺς εἰς ἃ προεκαλοῦντο παρέβησαν τὰ πάτρια, θεούς τε πλείονας εἶναι νομίσαντες καὶ θύειν αὐτοῖς κατὰ νόμον τὸν ἐπιχώριον τοῖς καθιδρυσαμένοις προθέμενοι ξενικοῖς τε βρώμασιν ἔχαιρον καὶ πάντʼ εἰς ἡδονὴν τῶν γυναικῶν ἐπὶ τοὐναντίον οἷς ὁ νόμος αὐτῶν ἐκέλευε ποιοῦντες διετέλουν,
140 ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν τῶν νέων καὶ στάσιν αὐτοῖς πολὺ χείρω τῆς προτέρας ἐμπεσεῖν καὶ κίνδυνον παντελοῦς τῶν ἰδίων ἐθισμῶν ἀπωλείας. ἅπαξ γὰρ τὸ νέον γευσάμενον ξενικῶν ἐθισμῶν ἀπλήστως ἐνεφορεῖτο, καὶ εἴ τινες τῶν πρώτων ἀνδρῶν διὰ πατέρων ἀρετὰς ἐπιφανεῖς ἦσαν συνδιεφθείροντο,
141 καὶ Ζαμβρίας ὁ τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν.
142 ἐν τούτοις δʼ ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme