Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

150 Τοῦ δὲ Ζαμβρίου ταῦτα περὶ ὧν αὐτός τε ἠδίκει καὶ τῶν ἄλλων τινὲς εἰπόντος ὁ μὲν λαὸς ἡσύχαζε φόβῳ τε τοῦ μέλλοντος καὶ τὸν νομοθέτην δὲ ὁρῶν μὴ περαιτέρω τὴν ἀπόνοιαν αὐτοῦ προαγαγεῖν ἐκ τῆς ἄντικρυς διαμάχης θελήσαντα·
151 περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γενόμενοι ταράξωσι τὸ πλῆθος. καὶ διαλύεται μὲν ἐπὶ τούτοις ὁ σύλλογος. προεληλύθει δʼ ἂν ἐπὶ πλεῖον ἡ τοῦ κακοῦ πεῖρα μὴ φθάσαντος Ζαμβρία τελευτῆσαι ἐκ τοιαύτης αἰτίας.
152 Φινεὲς ἀνὴρ τά τε ἄλλα τῶν νεωτέρων κρείττων καὶ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων, Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως ἦν, περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας ἔργῳ τὴν δίκην αὐτὸν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων,
153 τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπʼ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν.
154 οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων,
155 ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι τε συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων.
156 Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπʼ αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον ὃ παρελίπομεν· δίκαιον γὰρ ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme