Book 4
13
οὐδʼ ὁ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετʼ αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφʼ ἧς ἐγένετο.
14
Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δʼ εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε.
15
παρά τε τοῖς Λευίταις, φυλέται δʼ ἦσαν, καὶ μάλιστα παρὰ τοῖς συγγενέσι κατεβόα δεινὸν εἶναι λέγων Μωυσῆν δόξαν αὑτῷ θηρώμενον κατασκευάσαι καὶ κακουργοῦντα κτήσασθαι ταύτην ἐπὶ προφάσει τοῦ θεοῦ περιορᾶν, παρὰ τοὺς νόμους μὲν τἀδελφῷ τὴν ἱερωσύνην Ἀαρῶνι δόντα, μὴ τῷ κοινῷ δόγματι τοῦ πλήθους ἀλλʼ αὐτοῦ ψηφισαμένου,
16
τυράννων δὲ τρόπῳ καταχαριζομένου τὰς τιμὰς οἷς ἂν ἐθελήσῃ χαλεπώτερον ἤδη τυγχάνειν τοῦ βιάζεσθαι τό τε λεληθότως ἐξυβρίζειν, ὅτι μὴ μόνον ἄκοντας μηδὲ συνιέντας τῆς ἐπιβουλῆς τὴν ἰσχὺν ἀφαιρεῖται·
17
ὅστις γὰρ αὐτῷ σύνοιδεν ὄντι λαβεῖν ἀξίῳ πείθει τυγχάνειν αὐτὸν καὶ τότε βιάσασθαι μὴ θρασυνόμενος, οἷς δὲ ἄπορον ἐκ τοῦ δικαίου τιμᾶσθαι, βίαν μὲν ἀγαθοὶ βουλόμενοι δοκεῖν οὐ προσφέρουσι, τέχνῃ δʼ εἶναι κακουργοῦσι δυνατοί.
18
συμφέρειν δὲ τῷ πλήθει τοὺς τοιούτους ἔτι λανθάνειν οἰομένους κολάζειν καὶ μὴ παρελθεῖν εἰς δύναμιν ἐάσαντας φανεροὺς ἔχειν πολεμίους. τίνα γὰρ καὶ λόγον ἀποδοῦναι δυνάμενος Μωυσῆς Ἀαρῶνι καὶ τοῖς υἱέσιν αὐτοῦ τὴν ἱερωσύνην παρέδωκεν;