Book 4
196
Βούλομαι δὲ τὴν πολιτείαν πρότερον εἰπὼν τῷ τε Μωυσέος ἀξιώματι τῆς ἀρετῆς ἀναλογοῦσαν καὶ μαθεῖν παρέξων διʼ αὐτῆς τοῖς ἐντευξομένοις. οἷα τὰ καθʼ ἡμᾶς ἀρχῆθεν ἦν, ἐπὶ τὴν τῶν ἄλλων τραπέσθαι διήγησιν. γέγραπται δὲ πάνθʼ ὡς ἐκεῖνος κατέλιπεν οὐδὲν ἡμῶν ἐπὶ καλλωπισμῷ προσθέντων οὐδʼ ὅτι μὴ κατελέλοιπε Μωυσῆς.
197
νενεωτέρισται δʼ ἡμῖν τὸ κατὰ γένος ἕκαστα τάξαι· σποράδην γὰρ ὑπʼ ἐκείνου κατελείφθη γραφέντα καὶ ὡς ἕκαστόν τι παρὰ τοῦ θεοῦ πύθοιτο. τούτου χάριν ἀναγκαῖον ἡγησάμην προδιαστείλασθαι, μὴ καί τις ἡμῖν παρὰ τῶν ὁμοφύλων ἐντυχόντων τῇ γραφῇ μέμψις ὡς διημαρτηκόσι γένηται.
198
ἔχει δὲ οὕτως ἡ διάταξις ἡμῶν τῶν νόμων τῶν ἀνηκόντων εἰς τὴν πολιτείαν. οὓς δὲ κοινοὺς ἡμῖν καὶ πρὸς ἀλλήλους κατέλιπε τούτους ὑπερεθέμην εἰς τὴν περὶ ἐθῶν καὶ αἰτιῶν ἀπόδοσιν, ἣν συλλαμβανομένου τοῦ θεοῦ μετὰ ταύτην ἡμῖν τὴν πραγματείαν συντάξασθαι πρόκειται.
199
Ἐπειδὰν τὴν Χαναναίων γῆν κτησάμενοι καὶ σχολὴν ἐν χρήσει τῶν ἀγαθῶν ἔχοντες πόλεις τὸ λοιπὸν ἤδη κτίζειν προαιρῆσθε, ταῦτα ποιοῦντες τῷ θεῷ φίλα πράξετε καὶ τὴν εὐδαιμονίαν βεβαίαν ἕξετε·
200
ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ διʼ ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν ὁ θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖς τε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν.
201
ἡ δʼ ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω· θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν.
202
Ὁ δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω διʼ ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω.
203
Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι·