Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

204 καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας· ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι.
205 Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, ἣ πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει· δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν ὁ θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν.
206 Ἐκ μισθοῦ γυναικὸς ἡταιρημένης θυσίας μὴ τελεῖν· ἥδεσθαι γὰρ μηδενὶ τῶν ἀφʼ ὕβρεως τὸ θεῖον, χείρων δʼ οὐκ ἂν εἴη τῆς ἐπὶ τοῖς σώμασιν αἰσχύνης· ὁμοίως μηδʼ ἂν ἐπʼ ὀχεύσει κυνὸς ἤτοι θηρευτικοῦ ἢ ποιμνίων φύλακος λάβῃ τις μισθόν, ἐκ τούτου θύειν τῷ θεῷ.
207 Βλασφημείτω δὲ μηδεὶς θεοὺς οὓς πόλεις ἄλλαι νομίζουσι. μηδὲ συλᾶν ἱερὰ ξενικά, μηδʼ ἂν ἐπωνομασμένον ᾖ τινι θεῷ κειμήλιον λαμβάνειν.
208 Μηδεὶς δʼ ἐξ ὑμῶν κλωστὴν ἐξ ἐρίου καὶ λίνου στολὴν φορείτω· τοῖς γὰρ ἱερεῦσι μόνοις ταύτην ἀποδεδεῖχθαι.
209 Συνελθόντος δὲ τοῦ πλήθους εἰς τὴν ἱερὰν πόλιν ἐπὶ ταῖς θυσίαις διʼ ἐτῶν ἑπτὰ τῆς σκηνοπηγίας ἑορτῆς ἐνστάσης ὁ ἀρχιερεὺς ἐπὶ βήματος ὑψηλοῦ σταθείς, ἀφʼ οὗ γένοιτο ἐξάκουστος, ἀναγινωσκέτω τοὺς νόμους ἅπασι, καὶ μήτε γυνὴ μήτε παῖδες εἰργέσθωσαν τοῦ ἀκούειν, ἀλλὰ μηδὲ οἱ δοῦλοι·
210 καλὸν γὰρ ταῖς ψυχαῖς ἐγγραφέντας καὶ τῇ μνήμῃ φυλαχθῆναι μηδέποτε ἐξαλειφθῆναι δυναμένους. οὕτως γὰρ οὐδὲν ἁμαρτήσονται μὴ δυνάμενοι λέγειν ἄγνοιαν τῶν ἐν τοῖς νόμοις διωρισμένων, οἵ τε νόμοι πολλὴν πρὸς ἁμαρτάνοντας ἕξουσι παρρησίαν, ὡς προλεγόντων αὐτοῖς ἃ πείσονται καὶ ταῖς ψυχαῖς ἐγγραψάντων διὰ τῆς ἀκοῆς ἃ κελεύουσιν,
211 ὥστʼ εἶναι διὰ παντὸς ἔνδον αὐτοῖς τὴν προαίρεσιν αὐτῶν ἧς ὀλιγωρήσαντες ἠδίκησαν καὶ τῆς ζημίας αὑτοῖς αἴτιοι γεγόνασι. μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme