Book 4
254
τὴν ἄτεκνον τἀνδρὸς αὐτῇ τετελευτηκότος ὁ ἀδελφὸς ἐκείνου γαμείτω καὶ τὸν παῖδα τὸν γενόμενον τῷ τοῦ τεθνεῶτος καλέσας ὀνόματι τρεφέτω τοῦ κλήρου διάδοχον· τοῦτο γὰρ καὶ τοῖς δημοσίοις λυσιτελήσει γιγνόμενον τῶν οἴκων οὐκ ἐκλειπόντων καὶ τῶν χρημάτων τοῖς συγγενέσι μενόντων, καὶ ταῖς γυναιξὶ κουφισμὸν οἴσει τῆς συμφορᾶς τοῖς ἔγγιστα τῶν προτέρων ἀνδρῶν συνοικούσαις.
255
ἐὰν δὲ μὴ βούληται γαμεῖν ὁ ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα ἡ γυνὴ μαρτυράσθω τοῦθʼ, ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄν τε μικρὰν ἄν τε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω·
256
ὑπολύσασα δʼ αὐτὸν ἡ γυνὴ τἀδελφοῦ τὰ σάνδαλα, καὶ πτύουσα αὐτοῦ εἰς τὸ πρόσωπον τούτων αὐτὸν ἄξιον εἶναι παρʼ αὐτῆς λεγέτω τυγχάνειν ὑβρίσαντα τὴν τοῦ κατοιχομένου μνήμην. καὶ ὁ μὲν ἐκ τῆς γερουσίας ἀπίτω τοῦτʼ ἔχων ὄνειδος πρὸς ἅπαντα τὸν βίον, ἡ δʼ ᾧπερ ἂν βουληθῇ τινι τῶν δεομένων γαμείσθω.
257
ἂν δʼ αἰχμάλωτόν τις λάβῃ παρθένον ἄν τε καὶ γεγαμημένην, βουλομένῳ συνοικεῖν μὴ πρότερον ἐξέστω εὐνῆς ἅψασθαι καὶ κοινωνίας, πρὶν ἢ ξυραμένην αὐτὴν καὶ πένθιμον σχῆμα ἀναλαβοῦσαν ἀποθρηνῆσαι συγγενεῖς καὶ φίλους τοὺς ἀπολωλότας ἐν τῇ μάχῃ,
258
ὅπως τὸ ἐπʼ αὐτοῖς κορέσασα λυπηρὸν ἔπειθʼ οὕτως ἐπʼ εὐωχίας τράπηται καὶ γάμους· καλὸν γὰρ εἶναι καὶ δίκαιον παιδοποιὸν παραλαμβάνοντα θεραπεύειν αὐτῆς τὸ βουλητὸν, ἀλλὰ μὴ τὴν ἰδίαν ἡδονὴν διώκοντα μόνον τοῦ κατʼ αὐτὴν ἀμελεῖν κεχαρισμένου.
259
τριάκοντα δʼ ἡμερῶν τῷ πένθει διελθουσῶν, αὐτάρκεις γὰρ ἐπὶ τοῖς δακρύοις αὗται τῶν φιλτάτων ταῖς φρονίμοις, τότε χωρεῖν ἐπὶ τὸν γάμον. εἰ δʼ ἐμπλησθεὶς τῆς ἐπιθυμίας ὑπερηφανεύσειεν αὐτὴν γαμετὴν ἔχειν, μηκέτʼ ἐξουσίαν ἐχέτω καταδουλοῦν αὐτήν, ἀλλʼ ὅπη βούλεται χωρεῖν ἀπίτω τοῦτο ἐλεύθερον ἔχουσα.
260
Ὅσοι δʼ ἂν τῶν νέων περιφρονῶσι τοὺς γονεῖς καὶ τὴν τιμὴν αὐτοῖς μὴ νέμωσιν ἢ διʼ αἰσχύνην ἢ διὰ σύνεσιν ἐξυβρίζοντες εἰς αὐτούς, πρῶτον μὲν λόγοις αὐτοὺς νουθετείτωσαν οἱ πατέρες, αὐτάρκεις γὰρ ἐφʼ υἱάσιν οὗτοι δικασταί,