Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

19 εἰ μὲν γὰρ ἐκ τῆς Λευίτιδος φυλῆς τὴν τιμὴν ὁ θεός τινι παρασχεῖν ἔκρινεν, ἐγὼ ταύτης δικαιότερος τυγχάνειν γένει μὲν ὁ αὐτὸς ὢν Μωυσεῖ, πλούτῳ δὲ καὶ ἡλικίᾳ διαφέρων· εἰ δὲ τῇ πρεσβυτάτῃ τῶν φυλῶν, εἰκότως ἂν ἡ Ῥουβήλου τὴν τιμὴν ἔχοι λαμβανόντων αὐτὴν Δαθάμου καὶ Ἀβιράμου καὶ Φαλαοῦς· πρεσβύτατοι γὰρ οὗτοι τῶν ταύτην τὴν φυλὴν νεμομένων καὶ δυνατοὶ χρημάτων περιουσίᾳ.
20 Ἐβούλετο μὲν οὖν ταῦτα λέγων ὁ Κορῆς τοῦ κοινοῦ προνοεῖσθαι δοκεῖν, ἔργῳ δὲ εἰς ἑαυτὸν ἐπραγματεύετο τὴν παρὰ τοῦ πλήθους τιμὴν μεταστῆσαι. καὶ ὁ μὲν ταῦτα κακοήθως μετʼ εὐπρεπείας πρὸς τοὺς φυλέτας ἔλεγε.
21 προϊόντος δʼ εἰς τοὺς πλείονας κατʼ ὀλίγον τοῦ λόγου καὶ τῶν ἀκροωμένων προστιθεμένων ταῖς κατὰ Ἀαρῶνος διαβολαῖς ἀναπίμπλαται τούτων ἅπας ὁ στρατός. ἦσαν δὲ οἱ συντεταγμένοι τῷ Κορῇ πεντήκοντα καὶ διακόσιοι τῶν πρώτων ἄνδρες σπεύδοντες ἀφελέσθαι τὴν ἱερωσύνην τὸν Μωυσέος ἀδελφὸν καὶ τοῦτον αὐτὸν ἀτιμοῦν.
22 ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος καὶ βάλλειν τὸν Μωυσῆν ὡρμήκεσαν, εἴς τε ἐκκλησίαν ἀκόσμως μετὰ θορύβου καὶ ταραχῆς συνελέγοντο, καὶ πρὸ τῆς σκηνῆς τοῦ θεοῦ στάντες ἐβόων ἥκειν τὸν τύραννον καὶ τῆς ἀπʼ αὐτοῦ δουλείας ἀπηλλάχθαι τὸ πλῆθος, τῇ τοῦ θεοῦ προφάσει βίαια προστάγματα κελεύοντος·
23 τὸν γὰρ θεόν, εἴπερ αὐτὸς ἦν ὁ τὸν ἱερωσόμενον ἐκλεγόμενος, τὸν ἄξιον ἂν εἰς τὴν τιμὴν παράγειν, οὐχὶ τοῖς πολλῶν ὑποδεεστέροις ταύτην φέροντα προσνεῖμαι, κρίνοντά τε παρασχεῖν Ἀαρῶνι ταύτην ἐπὶ τῷ πλήθει ποιήσασθαι τὴν δόσιν, ἀλλʼ οὐκ ἐπὶ τἀδελφῷ καταλιπεῖν.
24 Μωυσῆς δὲ τὴν Κορέου διαβολὴν ἐκ πολλοῦ προειδὼς καὶ τὸν λαὸν παροξυνόμενον ἰδὼν οὐκ ἔδεισεν, ἀλλὰ θαρρῶν οἷς περὶ τῶν πραγμάτων καλῶς ἐβουλεύετο καὶ τὸν ἀδελφὸν εἰδὼς κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς ἱερωσύνης τυχεῖν, ἀλλʼ οὐ κατὰ τὴν αὐτοῦ χάριν, ἧκεν εἰς τὴν ἐκκλησίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme