Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

316 χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ.
317 μᾶλλον δʼ αὐτὸς ἦν ὁ καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν.
318 ἀνθʼ ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, ᾧ μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν.
319 ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε.
320 Μωυσέος δὲ ταῦτα πρὸς τελευτῇ τοῦ βίου φήσαντος καὶ μετʼ εὐλογίας ἑκάστῃ τῶν φυλῶν προφητεύσαντος τὰ καὶ γενόμενα τὸ πλῆθος εἰς δάκρυα προύπεσεν, ὡς καὶ τὰς γυναῖκας στερνοτυπουμένας ἐμφανίζειν τὸ ἐπʼ αὐτῷ τεθνηξομένῳ πάθος. καὶ οἱ παῖδες δὲ θρηνοῦντες ἔτι μᾶλλον ὡς ἀσθενέστεροι κρατεῖν λύπης ἐδήλουν, ὅτι τῆς ἀρετῆς αὐτοῦ καὶ μεγαλουργίας παρʼ αὐτὴν τὴν ἡλικίαν συνίεσαν.
321 ἦν δὲ κατʼ ἐπίνοιαν τοῖς τε νέοις καὶ προηβηκόσιν ἡ ἅμιλλα τῆς λύπης· οἱ μὲν γὰρ εἰδότες οἵου ἐστέρηνται κηδεμόνος περὶ τοῦ μέλλοντος ἀπεθρήνουν, τοῖς δὲ καὶ περὶ τούτου τὸ πένθος ἦν καὶ ὅτι μήπω καλῶς τῆς ἀρετῆς αὐτοῦ γεγευμένοις ἀπολείπεσθαι συνέβαινεν αὐτοῦ.
322 τὴν δʼ ὑπερβολὴν τῆς τοῦ πλήθους οἰμωγῆς καὶ τῶν ὀδυρμῶν τεκμαίροιτο ἄν τις ἐκ τοῦ συμβάντος τῷ νομοθέτῃ· καὶ γὰρ πεπεισμένος ἅπαντι τῷ χρόνῳ μὴ δεῖν ἐπὶ μελλούσῃ τελευτῇ κατηφεῖν, ὡς κατὰ βούλησιν αὐτὸ πάσχοντας θεοῦ καὶ φύσεως νόμῳ, ἐπὶ τοῖς ὑπὸ τοῦ λαοῦ πραττομένοις ἐνικήθη δακρῦσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme