Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

25 καὶ πρὸς μὲν τὸ πλῆθος οὐδένα ἐποιήσατο λόγον, πρὸς δὲ τὸν Κορῆ βοῶν ἐφʼ ὅσον ἐδύνατο, δεξιὸς ὢν καὶ κατὰ τἆλλα καὶ πλήθεσιν ὁμιλεῖν εὐφυής, ἐμοί, φησίν, ὦ Κορῆ, καὶ σὺ καὶ τούτων ἕκαστος, ἀπεδήλου δὲ τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας, τιμῆς ἄξιοι δοκεῖτε, καὶ τὸν ὅμιλον δὲ πάντα τῆς ὁμοίας οὐκ ἀποστερῶ τιμῆς, κἂν ὑστερῶσιν ὧν ὑμῖν ἐκ πλούτου καὶ τῆς ἄλλης ἀξιώσεως ὑπάρχει.
26 καὶ νῦν Ἀαρῶνι τὴν ἱερωσύνην οὐκ ἐπειδὴ πλούτῳ προεῖχε, σὺ γὰρ καὶ ἀμφοτέρους ἡμᾶς μεγέθει χρημάτων ὑπερβάλλεις, οὐ μὴν οὐδʼ εὐγενείᾳ, κοινὸν γὰρ ἡμῖν τοῦτο ἐποίησεν ὁ θεὸς τὸν αὐτὸν δοὺς προπάτορα, οὐδὲ διὰ φιλαδελφίαν ὃ δικαίως ἂν ἕτερος εἶχε τοῦτο φέρων ἔδωκα τἀδελφῷ·
27 καὶ γὰρ εἰ μὴ φροντίζων τοῦ θεοῦ καὶ τῶν νόμων τὴν τιμὴν ἐχαριζόμην, οὐκ ἂν ἐμαυτῷ παρεὶς δοῦναι παρέσχον ἑτέρῳ συγγενέστερος ὢν ἐμαυτῷ τἀδελφοῦ, καὶ πρὸς ἐμαυτὸν οἰκειότερον ἢ πρὸς ἐκεῖνον διακείμενος· καὶ γὰρ οὐδὲ συνετὸν ἦν τοῖς κινδύνοις ἐμαυτὸν ὑποτιθέντα τοῖς ἐκ τοῦ παρανομεῖν ἄλλῳ τὴν διὰ τούτου εὐδαιμονίαν χαρίζεσθαι.
28 ἀλλʼ ἐγώ τε κρείττων ἢ κακουργεῖν ὅ τε θεὸς οὐκ ἂν περιεῖδεν ἑαυτὸν καταφρονούμενον οὐδʼ ὑμᾶς ἀγνοοῦντας ὅτι καὶ ποιοῦντες αὐτῷ χαρίζεσθε, ἀλλʼ αὐτὸς ἐπιλεξάμενος τὸν ἱερωσόμενον αὐτῷ τῆς κατὰ τοῦτʼ αἰτίας ἡμᾶς ἠλευθέρωσεν.
29 οὐ μὴν ἐξ ἐμῆς χάριτος λαβεῖν ἀλλὰ μὴ κατὰ κρίσιν θεοῦ, κατατίθησιν αὐτὴν εἰς μέσον ἐπιδικάσιμον τοῖς βουλομένοις, οὐκ ἐκ τοῦ προκριθεὶς ἤδη τυχεῖν αὐτῆς ἀξιῶν ἐπιτραπῆναι καὶ τοῦτο νῦν αὐτῷ συγχωρηθῆναι περὶ αὐτῆς σπουδάσαι,
30 προτιμῶν τοῦ τὸ γέρας ἔχειν τὸ μὴ στασιάζοντας ὑμᾶς ὁρᾶν καί τοι κατὰ τὴν ὑμετέραν γνώμην αὐτοῦ τυγχάνων· ὃ γὰρ ἔδωκεν ὁ θεὸς οὐχ ἡμάρτομεν τοῦτο καὶ μὴ βουλομένων ὑμῶν λαμβάνοντες.
31 ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντʼ ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπʼ αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme