Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

39 οἱ δὲ περὶ Δαθάμην πυθόμενοι τὸν Μωυσῆν μετὰ τῶν ἀξιολόγων τῆς πληθύος πρὸς αὐτοὺς παραγινόμενον προελθόντες γυναιξὶν ἅμα καὶ τέκνοις πρὸ τῶν σκηνῶν ἀπέβλεπον, τί καὶ μέλλοι ποιεῖν ὁ Μωυσῆς· ἔτι τε θεράποντες ἦσαν περὶ αὐτούς, ὡς εἰ βίαν τινὰ προσφέροι Μωυσῆς ἀμυνούμενοι.
40 Ὁ δὲ πλησίον γενόμενος τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν γεγωνότερον ἐκβοήσας, ὡς ἀκουστὸν πάσῃ τῇ πληθύι γενέσθαι, δέσποτα, φησί, τῶν ἐπʼ οὐρανοῦ τε καὶ γῆς καὶ θαλάσσης· σὺ γὰρ ἐμοὶ τῶν ὑπʼ ἐμοῦ πεπραγμένων μάρτυς ἀξιολογώτατος, ὡς γνώμῃ τε σῇ γίνεται πάντα καὶ δρωμένοις μηχανὴν ἐξεπόρισας οἶκτον ἐν πᾶσι δεινοῖς Ἑβραίων ποιησάμενος, ἐλθέ μοι τούτων ἀκροατὴς τῶν λόγων·
41 σὲ γὰρ οὔτε πραττόμενον οὔτε νοηθὲν λανθάνει, ὥστʼ οὐδὲ φθονήσεις μοι τῆς ἀληθείας τὴν τούτων ἀχαριστίαν ἐπίπροσθεν θέμενος. τὰ μὲν οὖν πρεσβύτερα τῆς ἐμῆς γενέσεως αὐτὸς οἶσθʼ ἀκριβέστερον οὐκ ἀκοῇ μαθὼν ὄψει δὲ τότʼ αὐτοῖς παρὼν γινομένοις, ἃ δὲ ἐπὶ τούτοις καίπερ ἐπιστάμενοι σαφῶς ἀδίκως ὑπονοοῦσι τούτων μοι γενοῦ μάρτυς.
42 ἐγὼ βίον ἀπράγμονα καταστησάμενος ἀνδραγαθίᾳ μὲν ἐμῇ σῇ δὲ βουλῇ, καὶ τοῦτον Ῥαγουήλου μοι τοῦ πενθεροῦ καταλιπόντος ἀφεὶς τὴν ἐκείνων ἀπόλαυσιν τῶν ἀγαθῶν ἐμαυτὸν ἐπέδωκα ταῖς ὑπὲρ τούτων ταλαιπωρίαις. καὶ πρότερον μὲν ὑπὲρ τῆς ἐλευθερίας αὐτῶν, νῦν δʼ ὑπὲρ τῆς σωτηρίας μεγάλους ὑπέστην πόνους καὶ παντὶ δεινῷ τοὐμὸν ἀντιτάξας πρόθυμον.
43 νῦν οὖν ἐπεὶ κακουργεῖν ὑποπτεύομαι παρʼ ἀνδράσιν, οἷς ἐκ τῶν ἐμῶν καμάτων ὑπῆρχε τὸ περιεῖναι, εἰκότως ἂν αὐτός, ὁ τὸ πῦρ ἐκεῖνό μοι φήνας κατὰ τὸ Σιναῖον καὶ τῆς σαυτοῦ φωνῆς ἀκροατὴν τότε καταστήσας καὶ θεατὴν τεράτων ὅσα μοι παρέσχεν ἰδεῖν ἐκεῖνος ὁ τόπος ποιήσας, ὁ κελεύσας ἐπʼ Αἰγύπτου σταλῆναι καὶ τὴν σὴν γνώμην τούτοις ἐμφανίσαι,
44 ὁ τὴν Αἰγυπτίων εὐδαιμονίαν σείσας καὶ τῆς ὑπʼ αὐτοὺς δουλείας δρασμὸν ἡμῖν παρασχὼν καὶ μικροτέραν ἐμοῦ τὴν Φαραώθου ποιήσας ἡγεμονίαν, ὁ γῆν ἡμῖν ἀμαθῶς ἔχουσι τῶν ὁδῶν ποιήσας τὸ πέλαγος καὶ τὴν ἀνακεκομμένην θάλασσαν τοῖς Αἰγυπτίων ἐπικυμήνας ὀλέθροις, ὁ γυμνοῖς οὖσι τὴν ἐξ ὅπλων ἀσφάλειαν χαρισάμενος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme