Book 4
51
Ταῦτʼ εἰπόντος καὶ δακρύοντος σείεται μὲν αἰφνίδιον ἡ γῆ, σάλου δʼ ἐπʼ αὐτῆς κινηθέντος ὥσπερ ἐξ ἀνέμου βίας σαλευομένου κύματος πᾶς μὲν ἔδεισεν ὁ λαός, πατάγου δὲ καὶ σκληροῦ ῥαγέντος ἤχου κατὰ τὰς ἐκείνων σκηνὰς συνίζησεν ἡ γῆ καὶ πάνθʼ ὅσα φίλα τούτοις ἦν ὑπήνεγκεν εἰς αὑτήν.
52
ἠφανισμένων δʼ οὕτως, ὡς μηδὲ φανῆναί τινας γνῶναι, συνῄει τε πάλιν τῆς γῆς τὸ περὶ ἐκείνοις κεχηνὸς καὶ καθίστατο, ὡς μηδʼ εἰ πάθοι τι τῶν προειρημένων φανερὸν εἶναι τοῖς ὁρῶσι. καὶ οἱ μὲν οὕτως ἀπώλοντο ἐπίδειξις τοῦ θεοῦ τῆς ἰσχύος γενόμενοι·
53
ὀδύραιτο δʼ ἄν τις οὐ μόνον τῆς συμφορᾶς αὐτοὺς καὶ καθʼ ἑαυτὴν οὔσης ἀξίας οἴκτου, ἀλλʼ ὅτι καὶ τοιαῦτα παθόντων ἐφήσθησαν οἱ συγγενεῖς· τῶν γὰρ συντεταγμένων ἐκλαθόμενοι πρὸς τὴν ὄψιν τοῦ συμβεβηκότος ἐβεβαίουν τὴν κρίσιν, καὶ νομίζοντες ὡς ἀλιτηρίους ἀπολωλέναι τοὺς περὶ Δαθάμην οὐδʼ ἐλυποῦντο.
54
Μωυσῆς δʼ ἐκάλει τοὺς περὶ τῆς ἱερωσύνης ἁμιλλωμένους διὰ τὴν τῶν ἱερέων δοκιμασίαν, ἵνʼ οὗ προσδέξηται τὴν θυσίαν ὁ θεὸς ἥδιον εἴη κεχειροτονημένος. συνελθόντων δὲ πεντήκοντα καὶ διακοσίων ἀνδρῶν, οἳ καὶ διὰ πατέρων ἀρετὴν ἐτιμῶντο παρὰ τῷ λαῷ καὶ διὰ τὴν αὐτῶν, ᾗ κἀκείνους ὑπερεβάλλοντο, προῆλθον καὶ Ἀαρὼν καὶ Κορῆς, καὶ πρὸ τῆς σκηνῆς πάντες καθήγνισαν ἐπὶ τοῖς θυμιατηρίοις ὁπόσα κομίζοντες ἔτυχον.
55
ἐξέλαμψε δὲ πῦρ τοσοῦτον ὅσον οὔτε χειροποίητον ἱστόρησέ τις οὔτε γῆθεν ἀναδοθὲν κατὰ ὑποδρομὴν καύματος οὔτε κατὰ βίαν πνευμάτων ὕλης πρὸς αὐτὸ παρατριβείσης αὐτομάτως ἐξεκρούσθη, ἀλλʼ ὁποῖον θεοῦ κελεύσαντος ἁφθείη λαμπρὸν καὶ φλογωδέστατον·
56
ὑφʼ οὗ πάντες, οἵ τε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς, ᾄξαντος ἐπʼ αὐτοὺς ἐφθάρησαν, ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι. περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν εἶναι τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα.
57
Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν, ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν,