Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

85 τὴν δὲ ἀπὸ τοῦ Καρμήλου κοιλάδα προσαγορευομένην διὰ τὸ καὶ τοιαύτην εἶναι Ἀσηρῖται φέρονται πᾶσαν τὴν ἐπὶ Σιδῶνος τετραμμένην· Ἄρκη δὲ πόλις ὑπῆρχεν αὐτοῖς ἐν τῇ μερίδι ἡ καὶ Ἐκδείπους.
86 τὰ δὲ πρὸς τὰς ἀνατολὰς τετραμμένα μέχρι Δαμασκοῦ πόλεως καὶ τῆς Γαλιλαίας τὰ καθύπερθεν Νεφθαλῖται παρέλαβον ἕως τοῦ Λιβάνου ὄρους καὶ τῶν τοῦ Ἰορδάνου πηγῶν, αἳ τὴν ὁρμὴν ἐκ τοῦ ὄρους ἔχουσιν, ἐκ τοῦ καθήκοντος τοῖς ὅροις κατὰ τὰ βόρεια πόλεως Ἄρκης παροικούσης.
87 Δανῖται δὲ τῆς κοίλης ὅσα πρὸς δυόμενον τέτραπται τὸν ἥλιον λαγχάνουσιν Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι Ἰάμνειάν τε πᾶσαν καὶ Γίτταν ἀπʼ Ἀκκαρῶνος ἕως τοῦ ὄρους, ἐξ οὗ ἡ Ἰούδα ἦρκτο φυλή.
88 Καὶ ἓξ μὲν ἔθνη τῶν υἱέων τοῦ Χαναναίου φέροντα τὴν ἐπωνυμίαν διεῖλεν οὕτως Ἰησοῦς καὶ τὴν γῆν ταῖς ἐννέα καὶ τῇ ἡμισείᾳ φυλαῖς ἔδωκε νέμεσθαι·
89 τὴν γὰρ Ἀμορρῖτιν καὶ αὐτὴν οὕτως ἀφʼ ἑνὸς τῶν Χαναναίου παίδων καλουμένην Μωυσῆς ἤδη προειληφὼς νενεμήκει ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει· τοῦτο δὲ καὶ πρότερον δεδηλώκαμεν. τὰ δὲ περὶ Σιδῶνα καὶ Ἀρουκαίους καὶ Ἀμαθαίους καὶ Ἀριδαίους ἀδιακόσμητα ἦν.
90 Ἰησοῦς δὲ τοῦ γήρως ἐμποδίζοντος ἤδη πράττειν ὅσα καὶ νοήσειε τῶν τε μετʼ αὐτὸν τὴν ἡγεμονίαν παραλαβόντων ἀμελῶς προστάντων τοῦ κοινῇ συμφέροντος, παρήγγειλέ τε φυλῇ ἑκάστῃ τοῦ γένους τῶν Χαναναίων μηδὲν ὑπολιπεῖν ἐν τῇ κατακεκληρωμένῃ γῇ· τὴν γὰρ ἀσφάλειαν αὐτοῖς καὶ τὴν φυλακὴν τῶν πατρίων ἐθῶν ἐν μόνῳ τούτῳ καὶ Μωυσῆν αὐτοῖς εἶναι προειπεῖν καὶ τοῦτʼ αὐτοὺς πεπεῖσθαι.
91 καὶ τοῖς Λευίταις δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι· προειλήφεισαν γὰρ ἤδη κατὰ τὴν Ἀμορραίαν τὰς δέκα. τούτων τρεῖς ἀπονέμει τοῖς φυγάσιν οἰκεῖν ἐν αὐταῖς, πολλὴ γὰρ ἦν πρόνοια τοῦ μηδὲν ὧν Μωυσῆς διέταξε παραλιπεῖν, τῆς μὲν οὖν Ἰούδα φυλῆς Ἰέβρωνα, Σίκιμα δὲ τῆς Ἐφραίμ, τῆς Νεφθαλίτιδος δὲ Κεδέσην· ἔστι τῆς καθύπερθεν Γαλιλαίας τοῦτο τὸ χωρίον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme