Book 5
98
οὗ τῆς θρησκείας ἐπιμελεῖσθε καὶ πολιτείας, ἣν αὐτὸς διὰ Μωυσέος διέταξε, φυλακὴν ἔχετε τὴν πᾶσαν, ὡς ἐμμενόντων μὲν τούτοις καὶ τοῦ θεοῦ παρέξοντος εὔνουν εἶναι καὶ σύμμαχον ἑαυτόν,
99
ἐκτραπέντων δὲ εἰς ἑτέρων ἐθνῶν μίμησιν ἀποστραφησομένου τὸ γένος ὑμῶν. ταῦτα εἰπὼν καὶ καθʼ ἕνα τοὺς ἐν τέλει καὶ κοινῇ τὸ πλῆθος αὐτῶν ἀσπασάμενος αὐτὸς μὲν ὑπέμεινε, προύπεμπε δʼ αὐτοὺς ὁ λαὸς οὐκ ἀδακρυτὶ καὶ μόλις ἀλλήλων ἀπελύθησαν.
100
Διαβᾶσα δὲ τὸν ποταμὸν ἥ τε Ῥουβηλὶς φυλὴ καὶ Γαδὶς καὶ ὅσοι τῶν Μανασσητῶν αὐτοῖς συνείποντο βωμὸν ὑπὲρ τῆς ὄχθης ἱδρύονται τοῦ Ἰορδάνου, μνημεῖον τοῖς ἔπειτα γενησόμενον σύμβολον τῆς πρὸς τοὺς πέραν κατῳκημένους οἰκειότητος.
101
ἀκούσαντες δὲ οἱ πέραν βωμὸν ἱδρῦσθαι τοὺς ἀπολυθέντας οὐ μεθʼ ἧς ἐκεῖνοι γνώμης ἀνέστησαν αὐτόν, ἀλλʼ ἐπὶ νεωτερισμῷ καὶ ξενικῶν εἰσαγωγῇ θεῶν, οὐκ ἤθελον ἀπιστεῖν, ἀλλὰ περὶ θείαν θρησκείαν τὴν διαβολὴν πιθανὴν νομίζοντες ἐν ὅπλοις ἦσαν, ὡς ἐπʼ ἀμύνῃ τῶν τὸν βωμὸν ἱδρυσαμένων περαιωσόμενοι τὸν ποταμὸν καὶ κολάσοντες αὐτοὺς τῆς παρατροπῆς τῶν πατρίων ἐθῶν.
102
οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ ᾧ τρόπῳ τιμώμενος χαίρει.
103
καὶ οἱ μὲν ἐστράτευσαν ὑπʼ ὀργῆς, ἐπέσχε δʼ αὐτοὺς Ἰησοῦς καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ἡ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτʼ ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπʼ αὐτούς.
104
πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν.
105
ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ἢ ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφʼ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν,