Book 5
118
ἀνὴρ δὲ μήτε συνέσεως ὢν ἐνδεὴς μήτε τοῦ τὰ νοηθέντα πρὸς τοὺς πολλοὺς σαφῶς ἐξενεγκεῖν ἄπειρος, ἀλλʼ ἐν ἀμφοτέροις ἄκρος πρός τε τὰ ἔργα καὶ τοὺς κινδύνους εὔψυχος καὶ μεγαλότολμος πρυτανεῦσαί τε τὰ κατὰ τὴν εἰρήνην δεξιώτατος καὶ πρὸς ἅπαντα καιρὸν τὴν ἀρετὴν ἡρμοσμένος.
119
θάπτεται δὲ ἐν πόλει Θαμνᾶ τῆς Ἐφραίμου φυλῆς. θνήσκει δὲ ὑπʼ αὐτὸν τὸν καιρὸν καὶ Ἐλεάζαρος ὁ ἀρχιερεὺς Φινεέσῃ τῷ παιδὶ τὴν ἱερωσύνην καταλιπών, καὶ μνημεῖον αὐτῷ καὶ τάφος ἐν Γαβαθᾶ πόλει τυγχάνει.
120
Μετὰ δὲ τὴν τούτων τελευτὴν Φινεέσης προφητεύει κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἐπʼ ἐξωλείᾳ τοῦ Χαναναίων γένους τῇ Ἰούδα φυλῇ παρασχεῖν τὴν ἡγεμονίαν· καὶ γὰρ τῷ λαῷ διὰ σπουδῆς ἦν μαθεῖν τί καὶ τῷ θεῷ δοκεῖ. καὶ προσλαβοῦσα τὴν Σεμεωνίδα, ἐφʼ ᾧτε ἐξαιρεθέντων τῶν ἐκείνης ὑποτελῶν καὶ τοὺς ἐν αὐτῇ τῇ κληρουχίᾳ τοῦτο ποιῶσιν
121
Χαναναῖοι δʼ ἀκμαζόντων αὐτοῖς κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν πραγμάτων στρατῷ μεγάλῳ κατὰ Ζεβέκην αὐτοὺς ὑπέμενον τῷ βασιλεῖ τῶν Ζεβεκηνῶν Ἀδωνιζεβέκῳ τὴν ἡγεμονίαν ἐπιτρέψαντες· τὸ δὲ ὄνομα τοῦτο σημαίνει Ζεβεκηνῶν κύριος· ἀδωνὶ γὰρ τῇ Ἑβραίων διαλέκτῳ κύριος γίνεται· ἤλπιζόν τε κρατήσειν τῶν Ἰσραηλιτῶν διὰ τὸ τεθνάναι Ἰησοῦν.
122
συμμίξαντες δὲ αὐτοῖς Ἰσραηλῖται ταῖς δυσὶ φυλαῖς αἷς προεῖπον ἐμαχέσαντο λαμπρῶς καὶ κτείνουσι μὲν αὐτῶν ὑπὲρ μυρίους, τρεψάμενοι δὲ τὸ λοιπὸν καὶ διώκοντες αἱροῦσι τὸν Ἀδωνιζέβεκον,
123
ὃς ἀκρωτηριασθεὶς ὑπʼ αὐτῶν φησιν, ἀλλʼ οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, ἃ κατὰ δυοῖν καὶ ἑβδομήκοντα βασιλέων πρᾶξαι πρότερον οὐκ ἐνετράπην.
124
καὶ ζῶντα μὲν κομίζουσιν ἕως Ἱεροσολύμων, τελευτήσαντα δὲ γῇ θάπτουσι. καὶ διεξῄεσαν αἱροῦντες τὰς πόλεις, πλείστας τε λαβόντες ἐπολιόρκουν Ἱεροσόλυμα· καὶ τὴν μὲν κάτω λαβόντες σὺν χρόνῳ πάντας ἔκτεινον τοὺς ἐνοικοῦντας, χαλεπὴ δʼ ἦν ἡ καθύπερθεν αὐτοῖς αἱρεθῆναι τειχῶν ὀχυρότητι καὶ φύσει τοῦ χωρίου.