Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

139 γενομένων δʼ αὐτῶν κατὰ Ἱεροσόλυμα, σταδίους δʼ ἐληλύθεσαν ἤδη τριάκοντα, συνεβούλευεν ὁ θεράπων καταχθῆναί που, μὴ καί τι τῆς νυκτὸς αὐτοὺς ὁδεύοντας καταλάβῃ δύσκολον καὶ ταῦτα οὐδὲ πόρρω πολεμίων ὄντας, τοῦ καιροῦ πολλάκις ἐπισφαλῆ καὶ ὕποπτα ποιοῦντος καὶ τὰ φίλα.
140 τῷ δʼ οὐκ ἤρεσεν ἡ γνώμη παρʼ ἀλλοφύλοις ἀνδράσι ξενοῦσθαι, Χαναναίων γὰρ ἦν ἡ πόλις, ἀλλὰ προελθόντας εἴκοσι στάδια εἰς οἰκείαν ἠξίου κατάγεσθαι πόλιν, καὶ κρατήσας τῇ γνώμῃ παρῆν εἰς Γαβὰν φυλῆς τῆς Βενιαμίτιδος ἤδη ὀψίας οὔσης.
141 καὶ μηδενὸς ἐπὶ ξενίαν τῶν κατὰ τὴν ἀγορὰν αὐτὸν παρακαλοῦντος πρεσβύτης ἐξ ἀγροῦ κατιὼν τῆς μὲν Ἐφράμιος φυλῆς ὢν ἐν δὲ τῇ Γάβῃ διαιτώμενος συντυγχάνων αὐτῷ, τίς τε ὢν ἤρετο καὶ διʼ ἃς αἰτίας στελλόμενος σκότους ἤδη τὰ πρὸς τὸ δεῖπνον αὑτῷ λαμβάνοι.
142 ὁ δὲ Λευίτης μὲν ἔφησεν εἶναι, γύναιον δὲ παρὰ τῶν γονέων ἄγων πρὸς αὐτὸν ἀπιέναι, τὴν δʼ οἴκησιν ἐδήλου τυγχάνειν ἐν τῇ Ἐφράμου κληρουχίᾳ. ὁ δὲ πρεσβύτης καὶ διὰ συγγένειαν καὶ διὰ τὸ τὴν αὐτὴν φυλὴν νέμειν καὶ διὰ τὴν συντυχίαν παρʼ αὐτὸν ξενισθησόμενον ἦγε.
143 νεανίαι δέ τινες τῶν Γαβαηνῶν ἐπὶ τῆς ἀγορᾶς τὸ γύναιον θεασάμενοι καὶ τὴν εὐπρέπειαν θαυμάσαντες, ἐπεὶ παρὰ τῷ πρεσβύτῃ κατηγμένην ἔμαθον καταφρονήσαντες τῆς ἀσθενείας καὶ τῆς ὀλιγότητος ἧκον ἐπὶ τὰς θύρας. τοῦ δὲ πρεσβύτου παρακαλοῦντος ἀπαλλάττεσθαι καὶ μὴ προσφέρειν βίαν μηδὲ ὕβριν ἠξίουν αὐτὸν παρασχόντα τὴν ξένην πραγμάτων ἀπηλλάχθαι.
144 συγγενῆ δὲ λέγοντος καὶ Λευῖτιν τοῦ πρεσβύτου καὶ δράσειν αὐτοὺς δεινὰ ὑφʼ ἡδονῆς εἰς τοὺς νόμους ἐξαμαρτάνοντας ὠλιγώρουν τοῦ δικαίου καὶ κατεγέλων, ἠπείλουν δὲ ἀποκτείνειν αὐτὸν ἐμποδίζοντα ταῖς ἐπιθυμίαις αὐτῶν.
145 εἰς δʼ ἀνάγκην περιηγμένος καὶ μὴ βουλόμενος τοὺς ξένους περιιδεῖν ὑβρισθέντας τῆς ἑαυτοῦ θυγατρὸς αὐτοῖς παρεχώρει, πληρώσειν τε τὴν ἐπιθυμίαν αὐτοὺς λέγων νομιμώτερον δίχα τῆς εἰς τοὺς ξένους ὕβρεως αὐτός τε μηδὲν ἀδικήσειν οὓς ὑπεδέξατο τούτῳ τῷ τρόπῳ νομίζων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme