Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

146 ὡς δʼ οὐδὲν τῆς σπουδῆς τῆς ἐπὶ τὴν ξένην ἐνεδίδοσαν, ἀλλὰ ἐνέκειντο ταύτην παραλαβεῖν ἀξιοῦντες, ὁ μὲν ἱκέτευε μηδὲν τολμᾶν παράνομον, οἱ δʼ ἁρπασάμενοι καὶ προσθέμενοι μᾶλλον τῷ βιαίῳ τῆς ἡδονῆς ἀπήγαγον πρὸς αὑτοὺς τὴν γυναῖκα καὶ διʼ ὅλης νυκτὸς ἐμπλησθέντες τῆς ὕβρεως ἀπέλυσαν περὶ ἀρχομένην ἡμέραν.
147 ἡ δὲ τεταλαιπωρημένη τοῖς συμβεβηκόσι παρῆν ἐπὶ τὴν ξενίαν καὶ ὑπὸ λύπης ὧν ἐπεπόνθει καὶ τοῦ μὴ τολμᾶν ὑπʼ αἰσχύνης εἰς ὄψιν ἐλθεῖν τἀνδρί, τοῦτον γὰρ μάλιστα τοῖς γεγενημένοις ἔχειν ἀνιάτως ἐλογίζετο, καταπεσοῦσα τὴν ψυχὴν ἀφίησιν.
148 ὁ δὲ ἀνὴρ αὐτῆς οἰόμενος ὕπνῳ βαθεῖ κατεισχῆσθαι τὴν γυναῖκα καὶ μηδὲν σκυθρωπὸν ὑφορώμενος ἀνεγείρειν ἐπειρᾶτο παραμυθήσασθαι διεγνωκώς, ὡς οὐκ ἐξ ἑκουσίου γνώμης αὑτὴν παράσχοι τοῖς καθυβρίσασιν, ἀλλʼ ἁρπασαμένων ἐπὶ τὴν ξενίαν ἐλθόντων αὐτῶν.
149 ὡς δὲ τελευτήσασαν ἔμαθε, σωφρόνως πρὸς τὸ μέγεθος τῶν κακῶν ἐπιθέμενος τῷ κτήνει νεκρὰν τὴν γυναῖκα κομίζει πρὸς αὑτόν, καὶ διελὼν αὐτὴν κατὰ μέλος εἰς μέρη δώδεκα διέπεμψεν εἰς ἑκάστην φυλὴν ἐντειλάμενος τοῖς κομίζουσι λέγειν τοὺς αἰτίους τῆς τελευτῆς τῇ γυναικὶ καὶ τὴν παροινίαν τῆς φυλῆς.
150 Οἱ δʼ ὑπό τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν βεβιασμένων κακῶς διατεθέντες πρότερον οὐδενὸς τοιούτου πεῖραν εἰληφότες, ὑπʼ ὀργῆς ἀκράτου καὶ δικαίας εἰς τὴν Σιλοῦν συλλεγέντες καὶ πρὸ τῆς σκηνῆς ἀθροισθέντες εἰς ὅπλα χωρεῖν εὐθὺς ὥρμηντο καὶ χρήσασθαι τοῖς Γαβαηνοῖς ὡς πολεμίοις.
151 ἐπέσχε δʼ αὐτοὺς ἡ γερουσία πείσασα μὴ δεῖν ὀξέως οὕτως πρὸς τοὺς ὁμοφύλους ἐκφέρειν πόλεμον πρὶν ἢ λόγοις διαλεχθῆναι περὶ τῶν ἐγκλημάτων, τοῦ νόμου μηδʼ ἐπὶ τοὺς ἀλλοτρίους ἐφιέντος δίχα πρεσβείας καὶ τοιαύτης πρὸς τὸ μετανοῆσαι πείρας τοὺς δόξαντας ἀδικεῖν στρατιὰν ἀγαγεῖν·
152 καλῶς οὖν ἔχει τῷ νόμῳ πειθομένους πρὸς τοὺς Γαβαηνοὺς ἐξαιτοῦντας τοὺς αἰτίους ἐκπέμψαι καὶ παρεχομένων μὲν ἀρκεῖσθαι τῇ τούτων κολάσει, καταφρονησάντων δὲ τότε τοῖς ὅπλοις αὐτοὺς ἀμύνασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme