Book 5
180
ὀργίζεται τοίνυν αὐτοῖς ὁ θεὸς καὶ ἣν σὺν πόνοις μυρίοις εὐδαιμονίαν ἐκτήσαντο, ταύτην ἀπέβαλον διὰ τρυφήν. στρατεύσαντος γὰρ ἐπʼ αὐτοὺς Χουσαρσάθου τοῦ τῶν Ἀσσυρίων βασιλέως πολλούς τε τῶν παραταξαμένων ἀπώλεσαν καὶ πολιορκούμενοι κατὰ κράτος ᾑρέθησαν,
181
εἰσὶ δʼ οἳ διὰ φόβον ἑκουσίως αὐτῷ προσεχώρησαν, φόρους τε τοῦ δυνατοῦ μείζονας ἐπιταγέντες ἐτέλουν καὶ ὕβρεις παντοίας ὑπέμενον ἕως ἐτῶν ὀκτώ, μεθʼ ἃ τῶν κακῶν οὕτως ἠλευθερώθησαν.
182
Τῆς Ἰούδα φυλῆς τις Κενίαζος ὄνομα δραστήριος ἀνὴρ καὶ τὸ φρόνημα γενναῖος, χρησθὲν αὐτῷ μὴ περιορᾶν ἐν τοιαύτῃ τοὺς Ἰσραηλίτας ἀνάγκῃ κειμένους ἀλλʼ εἰς ἐλευθερίαν αὐτοὺς ἐξαιρεῖσθαι τολμᾶν, παρακελευσάμενος συλλαμβάνεσθαι τῶν κινδύνων αὐτῷ τινάς, ὀλίγοι δʼ ἦσαν, οἷς αἰδὼς ἐπὶ τοῖς τότε παροῦσιν ἐτύγχανε καὶ προθυμία μεταβολῆς,
183
πρῶτον μὲν τὴν παρʼ αὐτοῖς οὖσαν φρουρὰν τοῦ Χουσαρσάθου διαφθείρει, προσγενομένων δὲ πλειόνων τῶν συναγωνιζομένων ἐκ τοῦ μὴ διαμαρτεῖν περὶ τὰ πρῶτα τῆς ἐπιχειρήσεως, μάχην τοῖς Ἀσσυρίοις συνάπτουσι καὶ πρὸς τὸ παντελὲς αὐτοὺς ἀπωσάμενοι περαιοῦσθαι τὸν Εὐφράτην ἐβιάζοντο.
184
Κενίαζος δὲ ὡς ἔργῳ πεῖραν αὐτοῦ δεδωκὼς τῆς ἀνδραγαθίας γέρας ὑπὲρ αὐτῆς λαμβάνει παρὰ τοῦ πλήθους ἀρχήν, ὥστε κρίνειν τὸν λαόν. καὶ ἄρξας ἐπʼ ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον.
185
Τελευτήσαντος δὲ τούτου πάλιν τὰ τῶν Ἰσραηλιτῶν ὑπὸ ἀναρχίας ἐνόσει πράγματα, καὶ τῷ μὴ διὰ τιμῆς ἄγειν τὸν θεὸν μηδὲ τοῖς νόμοις ὑπακούειν ἔτι μᾶλλον ἐκακοῦτο,
186
ὡς καταφρονήσαντα αὐτῶν τῆς ἀκοσμίας τῆς κατὰ τὴν πολιτείαν Ἐγλῶνα τὸν Μωαβιτῶν βασιλέα πόλεμον πρὸς αὐτοὺς ἐξενεγκεῖν καὶ πολλαῖς μάχαις αὐτῶν κρατήσαντα καὶ τοὺς φρονήματι τῶν ἄλλων διαφέροντας ὑποτάξαντα πρὸς τὸ παντελὲς αὐτῶν τὴν δύναμιν ταπεινῶσαι καὶ φόρους αὐτοῖς ἐπιτάξαι τελεῖν.
187
καθιδρύσας δʼ αὐτῷ ἐν Ἱεριχοῦντι βασίλειον ταύτην ἀποδείξας οὐδὲν τῆς εἰς τὸ πλῆθος κακώσεως παρέλιπεν εἴς τε πενίαν αὐτοὺς κατέστησεν ἐπὶ ὀκτωκαίδεκα ἔτη. λαβὼν δʼ οἶκτον ὁ θεὸς τῶν Ἰσραηλιτῶν ἐφʼ οἷς ἔπασχον καὶ ταῖς ἱκετείαις αὐτῶν ἐπικλασθεὶς ἀπήλλαξε τῆς ὑπὸ τοῖς Μωαβίταις ὕβρεως. ἠλευθερώθησαν δὲ τούτῳ τῷ τρόπῳ.