Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

188 Τῆς Βενιαμίτιδος φυλῆς νεανίας Ἰούδης μὲν τοὔνομα Γήρα τε πατρὸς τολμῆσαί τε ἀνδρειότατος καὶ τῷ σώματι πρὸς τὰ ἔργα χρῆσθαι δυνατὸς τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων κἀπʼ ἐκείνης τὴν ἅπασαν ἰσχὺν ἔχων κατῴκει μὲν ἐν Ἱεριχοῦντι καὶ αὐτός,
189 συνήθης δὲ γίνεται τῷ Ἐγλῶνι δωρεαῖς αὐτὸν θεραπεύων καὶ ὑπερχόμενος, ὡς διὰ τοῦτο καὶ τοῖς περὶ τὸν βασιλέα προσφιλῆ τυγχάνειν αὐτόν.
190 καί ποτε σὺν δυσὶν οἰκέταις δῶρα τῷ βασιλεῖ φέρων ξιφίδιον κρύφα τῷ δεξιῷ σκέλει περιδησάμενος εἰσῄει πρὸς αὐτόν. ὥρα δʼ ἦν θέρους καὶ τῆς ἡμέρας ἤδη μεσούσης ἀνεῖντο αἱ φυλακαὶ ὑπό τε τοῦ καύματος καὶ πρὸς ἄριστον τετραμμένων.
191 δοὺς οὖν τὰ δῶρα τῷ Ἐγλῶνι ὁ νεανίσκος, διέτριβε δʼ ἔν τινι δωματίῳ δεξιῶς πρὸς θέρος ἔχοντι, πρὸς ὁμιλίαν ἐτράποντο. μόνοι δʼ ἦσαν τοῦ βασιλέως καὶ τοὺς ἐπεισιόντας τῶν θεραπόντων ἀπιέναι κελεύσαντος διὰ τὸ πρὸς Ἰούδην ὁμιλεῖν.
192 καθῆστο δʼ ἐπὶ θρόνου καὶ δέος εἰσῄει τὸν Ἰούδην, μὴ διαμάρτῃ καὶ μὴ δῷ καιρίαν πληγήν. ἀνίστησιν οὖν αὐτὸν ὄναρ εἰπὼν ἔχειν ἐκ προστάγματος αὐτῷ δηλῶσαι τοῦ θεοῦ.
193 καὶ ὁ μὲν πρὸς τὴν χαρὰν τὴν τοῦ ὀνείρατος ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου, πλήξας δʼ αὐτὸν Ἰούδης εἰς τὴν καρδίαν καὶ τὸ ξιφίδιον ἐγκαταλιπὼν ἔξεισι προσκλίνας τὴν θύραν. οἵ τε θεράποντες ἠρέμουν εἰς ὕπνον τετράφθαι νομίζοντες τὸν βασιλέα.
194 Ὁ δʼ Ἰούδης τοῖς Ἱεριχουντίοις ἀποσημαίνων κρυπτῶς παρεκάλει τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι. οἱ δʼ ἀσμένως ἀκούσαντες αὐτοί τε εἰς τὰ ὅπλα ᾔεσαν καὶ διέπεμπον εἰς τὴν χώραν τοὺς ἀποσημαίνοντας κέρασιν οἰῶν· τούτοις γὰρ συγκαλεῖν τὸ πλῆθος πάτριον.
195 οἱ δὲ περὶ τὸν Ἐγλῶνα πολὺν μὲν χρόνον ἠγνόουν τὸ συμβεβηκὸς αὐτῷ πάθος, ἐπεὶ δὲ πρὸς ἑσπέραν ἦν, δείσαντες μή τι νεώτερον εἴη περὶ αὐτὸν γεγονός, εἰσῆλθον εἰς τὸ δωμάτιον καὶ νεκρὸν εὑρόντες ἐν ἀμηχανίᾳ καθειστήκεσαν, καὶ πρὶν τὴν φρουρὰν συστραφῆναι τὸ τῶν Ἰσραηλιτῶν αὐτοῖς ἐπέρχεται πλῆθος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme