Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

223 καὶ κατὰ τετάρτην μάλιστα φυλακὴν προσῆγε τὴν ἑαυτοῦ στρατιὰν Γεδεὼν εἰς τρία μέρη διελὼν αὐτήν, ἑκατὸν δὲ ἦσαν ἐν ἑκάστῳ. ἐκόμιζον δὲ πάντες ἀμφορέας κενοὺς καὶ λαμπάδας ἡμμένας ἐν αὐταῖς, ὅπως μὴ κατάφωρος τοῖς πολεμίοις ἡ ἔφοδος αὐτῶν γένηται, καὶ ἐν τῇ δεξιᾷ κριοῦ κέρας· ἐχρῶντο δὲ τούτοις ἀντὶ σάλπιγγος.
224 χωρίον δὲ πολὺ κατεῖχε τὸ τῶν πολεμίων στράτευμα, πλείστην γὰρ αὐτοῖς εἶναι συνέβαινε κάμηλον, καὶ κατὰ τὰ ἔθνη νεμηθέντες ὑφʼ ἑνὶ κύκλῳ πάντες ἦσαν.
225 οἱ δʼ Ἑβραῖοι, προειρημένον αὐτοῖς ὁπόταν γένωνται πλησίον τῶν πολεμίων ἐκ συνθήματος σάλπιγξί τε ἠχήσαντας καὶ τοὺς ἀμφορέας κατεάξαντας ὁρμῆσαι μετὰ τῶν λαμπάδων ἀλαλάξαντας καὶ νικᾶν θεοῦ Γεδεῶνι βοηθήσοντος, τοῦτʼ ἐποίησαν.
226 ταραχὴ δὲ λαμβάνει τοὺς ἀνθρώπους ἔτι τε ὑπνοῦντας καὶ δείματα· νὺξ γὰρ ἦν καὶ ὁ θεὸς τοῦτο ἤθελεν. ἐκτείνοντο δὲ ὀλίγοι μὲν ὑπὸ τῶν πολεμίων, οἱ δὲ πλείους ὑπὸ τῶν συμμάχων διὰ τὸ τῇ γλώσσῃ διαφωνεῖν. ἅπαξ δὲ καταστάντες εἰς ταραχὴν πᾶν τὸ προστυχὸν ἀνῄρουν νομίζοντες εἶναι πολέμιον, φόνος τε πολὺς ἦν.
227 καὶ φήμῃ πρὸς τοὺς Ἰσραηλίτας τῆς Γεδεῶνος νίκης ἀφικομένης ἐν τοῖς ὅπλοις ἦσαν, καὶ διώξαντες λαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ τινὶ χαράδραις περιειλημμένῳ οὐ δυναμέναις διαπερᾶναι χωρίῳ καὶ περιστάντες κτείνουσιν ἅπαντας καὶ δύο τῶν βασιλέων Ὤρηβόν τε καὶ Ζῆβον.
228 οἱ δὲ λοιποὶ τῶν ἡγεμόνων τοὺς περιλειφθέντας τῶν στρατιωτῶν ἐνάγοντες, ἦσαν δὲ μύριοι καὶ ὀκτακισχίλιοι, στρατοπεδεύονται πολὺ τῶν Ἰσραηλιτῶν ἄπωθεν. Γεδεὼν δὲ οὐκ ἀπηγορεύκει πονῶν, ἀλλὰ διώξας μετὰ παντὸς τοῦ στρατοῦ καὶ συμβαλὼν ἅπαντας διέφθειρε τοὺς πολεμίους καὶ τοὺς λοιποὺς ἡγεμόνας Ζεβὴν καὶ Ζαρμούνην αἰχμαλώτους λαβὼν ἀνήγαγεν.
229 ἀπέθανον δʼ ἐν αὐτῇ τῇ μάχῃ Μαδιηνιτῶν τε καὶ τῶν συστρατευσάντων αὐτοῖς Ἀράβων περὶ μυριάδας δώδεκα, λεία τε πολλὴ χρυσὸς καὶ ἄργυρος καὶ ὕφη καὶ κάμηλος καὶ ὑποζύγια λαμβάνεται τοῖς Ἑβραίοις. Γεδεὼν δὲ παραγενόμενος εἰς Ἐφρὰν τὴν ἑαυτοῦ πατρίδα κτείνει τοὺς τῶν Μαδιηνιτῶν βασιλέας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme