Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

230 Ἡ δʼ Ἐφράμιδος φυλὴ τῇ Γεδεῶνος εὐπραγίᾳ δυσχεραίνουσα στρατεύειν ἐπʼ αὐτὸν διεγνώκει, τὸ μὴ προαγγεῖλαι τὴν ἐπιχείρησιν αὐτοῖς τὴν κατὰ τῶν πολεμίων ἐγκαλοῦντες. Γεδεὼν δὲ μέτριος ὢν καὶ πᾶσαν ἀρετὴν ἄκρος οὐκ αὐτὸς ἔλεγεν αὐτοκράτορι χρησάμενος λογισμῷ τοῖς ἐχθροῖς ἐπιθέσθαι χωρὶς αὐτῶν, ἀλλὰ τοῦ θεοῦ κελεύσαντος· τὴν δὲ νίκην οὐχ ἧττον αὐτῶν ἔφασκεν ἰδίαν ἢ τῶν ἐστρατευκότων εἶναι.
231 καὶ τούτοις παρηγορήσας αὐτῶν τὴν ὀργὴν τοῖς λόγοις μᾶλλον τοὺς Ἑβραίους ὠφέλησε τῆς ἐπὶ τῶν πολεμίων εὐπραξίας φήσας αἰτίους· ἐμφυλίου γὰρ αὐτοὺς στάσεως ἄρχειν μέλλοντας ἐρρύσατο. τῆς μέντοι ὕβρεως ταύτης ἡ φυλὴ δίκην ἐξέτισεν, ἣν δηλώσομεν κατὰ καιρὸν ἴδιον.
232 Γεδεὼν δὲ τὴν ἀρχὴν ἀποθέσθαι βουλόμενος βιασθεὶς ἔσχεν αὐτὴν ἐπʼ ἔτη τεσσαράκοντα βραβεύων αὐτοῖς τὰ δίκαια καὶ περὶ τῶν διαφορῶν ἐπʼ αὐτὸν βαδιζόντων κύρια πάντα ἦν τὰ ὑπʼ αὐτοῦ λεγόμενα. καὶ ὁ μὲν γηραιὸς τελευτήσας ἐν Ἐφρὰν τῇ πατρίδι θάπτεται.
233 Παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν ἑβδομήκοντα, πολλὰς γὰρ ἔγημε γυναῖκας, νόθος δʼ εἷς ἐκ παλλακῆς Δρούμας Ἀβιμέλεχος τοὔνομα, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀναχωρήσας εἰς Σίκιμα πρὸς τοὺς ἀπὸ μητρὸς συγγενεῖς, ἐντεῦθεν γὰρ ἦν, καὶ λαβὼν ἀργύριον παρʼ αὐτῶν, οἳ διὰ πλῆθος ἀδικημάτων ἦσαν ἐπίσημοι,
234 ἀφικνεῖται σὺν αὐτοῖς εἰς τὸν πατρῷον οἶκον καὶ κτείνει πάντας τοὺς ἀδελφοὺς πλὴν Ἰωθάμου· σώζεται γὰρ οὗτος διαφυγεῖν εὐτυχήσας. Ἀβιμέλεχος δὲ εἰς τυραννίδα τὰ πράγματα μεθίστησι κύριον αὑτὸν ὅ τι βούλεται ποιεῖν ἀντὶ τῶν νομίμων ἀποδείξας καὶ δεινῶς πρὸς τοὺς τοῦ δικαίου προϊσταμένους ἐκπικραινόμενος.
235 Καί ποτε δημοτελοῦς Σικίμοις οὔσης ἑορτῆς καὶ τοῦ πλήθους παντὸς ἐκεῖ συνειλεγμένου ὁ ἀδελφὸς αὐτοῦ Ἰωθάμης, ὃν καὶ διαφυγεῖν ἔφαμεν, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Γαριζείν, ὑπέρκειται δὲ τῆς Σικιμίων πόλεως, ἐκβοήσας εἰς ἐπήκοον τοῦ πλήθους ἡσυχίαν αὐτῷ παρασχόντος ἠξίου μαθεῖν τὰ ὑπʼ αὐτοῦ λεγόμενα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme