Book 5
287
συνεχῶς δʼ ἀπερχόμενος πρὸς τοὺς γονεῖς αὐτῆς συντυγχάνει λέοντι καὶ γυμνὸς ὢν ἐκδεξάμενος αὐτὸν ἄγχει ταῖς χερσὶ καὶ εἰς τὸ χωρίον τὸ ὑλῶδες ἐνδοτέρω τῆς ὁδοῦ ῥίπτει τὸ θηρίον.
288
Πάλιν τε ἀπιὼν πρὸς τὴν κόρην ἐπιτυγχάνει σμήνει μελιττῶν ἐν τῷ στήθει τοῦ λέοντος ἐκείνου νενοσσευκότων, καὶ ἀνελόμενος τρία μέλιτος κηρία σὺν τοῖς λοιποῖς δώροις οἷς ἐκόμιζε δίδωσι τῇ παιδί.
289
τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς,
290
ὁ Σαμψὼν εἶπεν, ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφʼ ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατʼ ἄνδρα ἕκαστον φέρεσθε παρʼ ἐμοῦ . φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος.
291
τῶν δʼ ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, ὁ Σαμψὼν δεομένης τῆς κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο,
292
ἐγκειμένης δʼ αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία μέλιτος γεγονότα κομίσειεν αὐτῇ.
293
καὶ ὁ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, ἡ δʼ ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθʼ ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν ἢ δῦναι τὸν ἥλιον συνελθόντες φασίν, οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις .