Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

294 καὶ ὁ Σαμψὼν εἶπεν οὐδὲ γυναικὸς εἶναί τι δολερώτερον, ἥτις ὑμῖν ἐκφέρει τὸν ἡμέτερον λόγον . κἀκείνοις μὲν δίδωσιν ἃ ὑπέσχετο λείαν ποιησάμενος Ἀσκαλωνιτῶν τοὺς κατὰ τὴν ὁδὸν αὐτῷ συντυχόντας, Παλαιστῖνοι δʼ εἰσὶ καὶ οὗτοι, τὸν δὲ γάμον ἐκεῖνον παραιτεῖται καὶ ἡ παῖς ἐκφαυλίσασα τῆς ὀργῆς αὐτὸν συνῆν αὐτοῦ φίλῳ νυμφοστόλῳ γεγονότι.
295 Πρὸς δὲ τὴν ὕβριν ταύτην Σαμψὼν παροξυνθεὶς ἅπαντας ἔγνω σὺν αὐτῇ Παλαιστίνους μετέρχεσθαι. θέρους δʼ ὄντος καὶ πρὸς ἄμητον ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τριακοσίας ἀλώπεκας καὶ τῶν οὐρῶν ἐξάψας λαμπάδας ἡμμένας ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστίνων.
296 καὶ φθείρεται μὲν οὕτως αὐτοῖς ὁ καρπός, Παλαιστῖνοι δὲ γνόντες Σαμψῶνος εἶναι τὸ ἔργον καὶ τὴν αἰτίαν διʼ ἣν ἔπραξε, πέμψαντες τοὺς ἄρχοντας εἰς Θαμνὰ τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς συγγενεῖς ζῶντας κατέπρησαν ὡς αἰτίους τῶν κακῶν γεγονότας.
297 Σαμψὼν δὲ πολλοὺς ἐν τῷ πεδίῳ τῶν Παλαιστίνων ἀποκτείνας Αἰτὰν κατῴκει, πέτρα δʼ ἐστὶν ὀχυρὰ τῆς Ἰούδα φυλῆς. Παλαιστῖνοι δʼ ἐστράτευον ἐπὶ τὴν φυλήν. τῶν δʼ οὐ δικαίως λεγόντων τιμωρίαν αὐτοὺς εἰσπράττεσθαι περὶ τῶν Σαμψῶνος ἁμαρτημάτων φόρους αὐτοὺς τελοῦντας, εἰ βούλονται μὴ ἔχειν αἰτίαν ἔφασαν αὐτοῖς ὑποχείριον Σαμψῶνα δοῦναι.
298 οἱ δὲ ἀνεπίκλητοι βουλόμενοι τυγχάνειν παρῆσαν ἐπὶ τὴν πέτραν τρισχίλιοι ὁπλῖται καὶ καταμεμψάμενοι τῶν εἰς Παλαιστίνους αὐτῷ τετολμημένων ἄνδρας ἅπαντι τῷ γένει τῶν Ἑβραίων συμφορὰν ἐπενεγκεῖν δυναμένους, ἥκειν τε λέγοντες ὅπως αὐτὸν λαβόντες ὑποχείριον δῶσιν αὐτοῖς ἠξίουν ἑκοντὶ τοῦθʼ ὑπομένειν.
299 ὁ δὲ λαβὼν ὅρκους παρʼ αὐτῶν μηδὲν τούτων ποιήσειν περισσότερον ἀλλὰ τοῖς ἐχθροῖς ἐγχειριεῖν μόνον, καταβὰς ἐκ τῆς πέτρας αὑτὸν ἐν τῇ τῶν φυλετῶν τίθησιν ἐξουσίᾳ, κἀκεῖνοι δήσαντες αὐτὸν δυσὶ καλωδίοις ἦγον παραδοῦναι τοῖς Παλαιστίνοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme